6
ἀναγεγραμμένῳ λήμματι. Καὶ ἐπὶ τοῦ Ζαχαρίου δέ· Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου, ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ, τὸν Προφήτην. 1.10 Ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐκίου. Ἡ τῶν χρόνων παρατήρησις ἀναγκαία, ἵνα φανῇ τὰ πρὸ πόσου χρόνου προῤῥηθέντα μετὰ πόσον χρόνον ἀπήν τησε, καὶ ὅτι ὅτε ἐπλεόνασεν ἡ ἀσθένεια, ὑπερεπερίσσευσεν ἡ παρὰ τοῦ Θεοῦ ἐπιμέλεια. Σχεδὸν γὰρ οἱ πλεῖστοι συν έδραμον ἀλλήλοις κατὰ τὸν χρόνον· Ὠσηὲ, ἐν ἡμέραις Ὀζίου καὶ ἐν ἡμέραις Ἱεροβοάμ· Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχάζ· Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμώς. Τῶν δὲ λοιπῶν οἱ μὲν ἀχρόνως ἀνέγραψαν τὰς προ φητείας, οἱ δὲ τὰς τῶν βαρβάρων βασιλείας, ὡς γνωριμω τέρας διὰ τὸ κρατεῖν τηνικαῦτα, παρεσημήναντο. Ἀγγαῖος καὶ Ζαχαρίας, Ἀβδίας τε καὶ Ναοὺμ καὶ Ἀμβακοὺμ, Ἰωνᾶς καὶ Μαλαχίας τῶν χρόνων οὐκ ἐμνήσθησαν, ἀλλ' οὐδὲ οἱ πλείους πατέρων. Καὶ τάχα οἱ μὲν ἐξ ἐπισήμων πα τέρων ἠδύναντο εὐπαράδεκτοι γενέσθαι. Πιστότεροι γὰρ οἱ γνωριμώτεροι· οἱ δὲ ἀσήμων γονέων, παρεσιωπήθησαν. Οὐ μὴν οὗτος Ἀμὼς, ὃν τοῖς δώδεκα συντεταγμένον ἔχομεν, πατήρ ἐστι τοῦ Ἡσαΐου· οὔτε γὰρ ἡ ἐκφώνησις ἡ αὐτὴ, οὔτε τὸ ὑπὸ τῆς φωνῆς σημαινόμενον. Τὸ μὲν γὰρ δασυτέρῳ τῷ πνεύματι ἀναφωνεῖται, τὸ δὲ ψιλοτέρῳ. Καὶ τὰ δηλού μενα διάφορα· τὸ μὲν γὰρ τοῦ πατρὸς Ἡσαΐου ὄνομα καὶ τὸ τῆς φωνῆς ἰδίωμα, στερέωσιν καὶ δύναμιν καὶ ἰσχὺν ἐμ φαίνει· τῷ δὲ τοῦ Προφήτου, λόγος σκληρὸς δηλοῦται. Πρὸ δὲ τοῦ Ἡσαΐου ἔοικεν εἶναι ἡ προφητεία τοῦ. Ὠσηὲ, διὰ τὸ εἰρῆσθαι· Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Γνωστέον μέντοι ὅτι ὁ Ὀζίας οὗτος ὁ αὐτὸς καὶ Ἀζαρίας εἴρηται· ἐν γὰρ τῇ προτέρᾳ τῶν Παραλειπομένων Ὀζίας εἴρηται, ἐν δὲ τῇ δευτέρᾳ τῶν Βασιλειῶν, Ἀζαρίας, πλὴν καὶ πατρὸς τοῦ αὐ τοῦ καὶ μητρός. Ἡ μὲν γὰρ μήτηρ, Χαλία· ὁ δὲ πατὴρ, Ἀμασίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτός· πεντήκοντα δύο ἔτη. Ἐπὶ Ὀζίου προεφήτευσεν Ἡσαΐας, Ὠσηὲ καὶ ἈμώςἈλλ' ἐπειδὴ Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος ἤρξατο προφητεύειν; Καὶ, ἐπειδὴ ὁ Ἀμὼς πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, μήποτε πρὸ τῆς ὁράσεως τοῦ Ἡσαΐου, ἐν ᾗ φησι· Καὶ ἐπήρθη τὸ ὑπέρθυρον; 1.11 Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἐπειδὴ κατὰ γενεὰν πονηρὰν ἡ προφητεία ἐγένετο, οὐκ ἔχων ἐν τοῖς ἀνθρώποις τοὺς ἀκούοντας, οὐρανῷ καὶ γῇ δια λέγεται. Ἐπὶ γὰρ τούτων τῶν μαρτύρων ὁ νόμος ἐδόθη, Μωϋσέως εἰπόντος· ∆ιαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἔπρε πεν οὖν τοὺς ὅτε ἐδίδοτο ὁ νόμος παραληφθέντας μάρτυρας, τοὺς αὐτοὺς κληθῆναι ἐπὶ τῷ ἐλέγχῳ τῆς παραβάσεως τοῦ νόμου. Ἐκκλησιάσατε γὰρ (φησὶ) πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς καὶ τοὺς γραμματοεισαγωγεῖς, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν. Πα ρατετήρηται δὲ ὅτι ἐναντίως ἔχει ὡς πρὸς τὴν ᾠδὴν ὁ λόγος, ἐνθάδε. Ἐκεῖ μὲν γάρ· Πρόσεχε, οὐρανὲ (ἢ κατὰ τὰς ἄλλας ἐκδόσεις) Ἐνωτίζου, οὐρανέ· καὶ ἀκουέτω γῆ. Ἐνταῦθα δέ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὅτι ὅταν μὲν τὰ ὑψηλὰ φρονῇ ὁ λαὸς, καὶ Θεοῦ μὴ ἀποστῇ, ὡς ἐκ τοῦ συνεγγὺς ὄντα τὸν οὐρανὸν προσκαλεῖται, καὶ ἐντίθεσθαι εἰς τὰ ὦτα τοὺς λόγους παρακαλεῖ· τοῦτο γάρ ἐστι τὸ Ἐνωτίζου. Ὅταν δὲ μακρυνθῇ τῶν οὐρανίων, ὡς μακρὰν ὄντι αὐτῷ διαλέγεται· Ἄκουε, οὐρανέ. 1.12 Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς. ∆ιὰ τοῦτο Μωϋσῆς μὲν ὡς ἐγγὺς ἔχων τὸν οὐρανὸν, διὰ τὴν προκοπὴν τοῦ λαοῦ· Πρόσ εχε, οὐρανὲ, ἤ· Ἐνωτίζου, ὡς οἱ λοιποί. Ἡσαΐας δὲ, ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, καὶ τὰ γήϊνα φρονοῦντος, ὡς συνεγγὺς τὴν οὖσαν, τὴν γῆν εἰς τὰ ὦτα τοὺς λόγους δέ χεσθαι ἐπιτάσσει. Τοῦτο γάρ ἐστι τὸ ἐνωτίζεσθαι. Ἢ με τωνυμικῶς οὐρανὸν μὲν τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας, ὡς πόλιν λέγομεν τοὺς ἐν τῇ πόλει, καὶ γῆν τοὺς ἐν αὐτῇ πάντας, πρὸς τὸ μὴ ἐντεῦθεν περιελκυσθῆναι ἡμᾶς ἔμψυχα