7
νομίζειν τὸν οὐρανὸν καὶ τὴν γῆν. Οὕτω γὰρ καὶ θρόνος Θεοῦ λέγεται ὁ οὐρανὸς, ἐκ τοῦ τὰς ἐπουρανίους δυνάμεις παγίως ἐν αὐταῖς τὴν τοῦ Θεοῦ γνῶσιν ἐνιδρυμένην ἔχειν. Καὶ ἡ γῆ, ὑποπόδιον, διὰ τὸ τοὺς ἐπὶ γῆς ἀνθρώπους τὰ τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Κατὰ τοῦτο εἴρηται· Ἀνὴρ πανοῦργος, θρόνος αἰσθήσεως· θρόνος δὲ ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. Ὥσπερ καὶ αἰσθήσεως θρόνος, ὁ αἰσθητικὸς καὶ ἔμφρων, οὕτως Θεοῦ θρόνος, ὁ χω ρήσας τὰ ἀνωτάτω περὶ Θεοῦ διηγήσεως. Ὅτι Κύριος ἐλάλησε. Φοβερὸν τὸ παρακούειν τῶν τοῦ Θεοῦ λόγων. 1.13 Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ὢ τῆς φιλανθρωπίας. ∆ικαιολογεῖται ὁ ∆εσπότης, ἵνα μετὰ τὰς ἀποδείξεις ἐπαγάγῃ τὰ πρὸς ἀξίαν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Σύνθετος ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος· ἡ σάρξ, ἀπὸ τῆς γῆς· ἡ ψυχὴ, οὐρανία. Ἐπεὶ οὖν πρὸς ἀμφότερα αὐτῷ ἡ συγγένειά ἐστιν, ἐπὶ τῶν οἰκειοτάτων αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Γενέσεως εἴδη δύο. Ἡ μὲν, ἡ κατὰ Θεὸν μόρφωσις, ἐξ ἔργων καὶ παραδοχῆς δογμάτων ἐπιτελουμένη· ὡς γεννᾷ Παῦλος διὰ τοῦ Εὐαγγελίου, καὶ τοὺς ἐκπεσόντας ὠδίνει, καὶ διαμορφοῖ ἀναπλάσσων αὐτοὺς εἰς εὐσέβειαν. Ἡ δέ τίς ἐστιν, ἡ εἰς τὸν βίον εἴσοδος, ὡς τὸ Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς. Ἀμφοτέρας οὖν αὐτοῖς προφέρει, καὶ ὀνειδίζει, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν ἀχθέντες, καὶ κατ' εἰκόνα Θεοῦ γενόμενοι (τοῦτο γάρ ἐστι τὸ καὶ γεννηθῆναι καὶ ὑψωθῆναι) οὔτε ὡς Κτίστῃ ηὐχαριστήσατε, οὔτε ὡς πατρὶ ἑαυτοὺς ὡμοιώσατε· ἀλλὰ διὰ τῆς πρὸς τὸ χεῖρον τροπῆς ἠθέτησαν μὲν τὸν Θεὸν, πατέρα δὲ ἑαυτῶν ἐποίησαν τὸν διάβολον. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ δια βόλου γεγέννηται. Καὶ ὁ Κύριος δὲ τοῖς πονηρευομένοις φησίν· Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Μεγάλη μὲν οὖν κατηγορία, καὶ τὸν υἱὸν ὄντα καὶ τῆς σω ματικῆς γενέσεως τετυχηκότα, ἀγνώμονα εἶναι περὶ τὸν γεννήσαντα. Ἀφορήτου δὲ μίσους ἄξιος ὁ καὶ ὑψωθεὶς τῷ γενέσθαι τῶν οὐρανίων μέτοχος, καὶ μηδὲ οὕτως ἐπιμένων τῇ πρὸς τὸν εὐεργέτην ἀγάπῃ. 1.14 Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκε. Βοῒ καὶ ὄνῳ συγκρίνεται ὁ ἀθετήσας Θεόν. Ἐπειδὴ γὰρ Ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνησι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Τοιοῦτοι δέ εἰσιν οἱ μὴ κατὰ λόγον, ἀλλὰ κατὰ πάθος ζῶντες, ἐκ τῆς ἀλογίας πρὸς τὸν κτηνώδη βίον ὑποφερόμενοι. Τὰ σύντροφα δὲ τοῖς ἀνθρώ ποις καὶ γνώριμα πρὸς τὴν εἰκόνα παρέλαβεν, ἵνα αἰσχυνώ μεθα, καὶ τούτων ὄντες ἀσυνετώτεροι, καὶ μηδὲ ἧς παρὰ τῶν ἀλόγων εὐνοίας τυγχάνομεν, ταύτης αὐτοὶ τῷ κτίσαντι ἡμᾶς μεταδιδόντες. Βοῦς μὲν γὰρ, ὁ συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθά νεται καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπι γινώσκει. Ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς τῆς καταλύσεως συνήθεις τόπους ὁρμᾷ. Εἰ οὖν τοῖς ἀλόγοις τοσαύτη πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια, πόσον ἡ λογικὴ φύσις τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθήσεται; Παρατήρει δὲ, ὅτι ὁ βοῦς πλείονα τὴν σύνεσιν ἔχειν παρὰ τὸν ὄνον μεμαρτύρηται· ὁ μὲν γὰρ αὐτὸν ἔγνω τὸν κτησάμε νον, ὁ δὲ τὴν φάτνην μόνον, δεικνύντος τοῦ λόγου, ὅτι τὸ γαστρίμαργον ζῶον τὸν τῆς ἡδονῆς μόνον γνωρίζει τόπον· ὁ δὲ ἔχει τινὰ καὶ αὐτοῦ τοῦ καλοῦ καὶ ὠφελίμου σύνεσιν. ∆ιόπερ, ὡς ἀνοικείως ἐχόντων τῶν ζώων πρὸς ἄλληλα, ἐν ∆ευτερονομίῳ ἀπηγόρευται ἀροτριᾷν ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό· τουτέστι, τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Οὐ γὰρ τῶν βοῶν μέλει τῷ Θεῷ· ἀλλὰ δι' ἡμᾶς πάντως ἐγράφη. Ἀλλαχοῦ δὲ πάλιν συνέζευκται· Μακάριος γὰρ ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ, τουτέστι ὁ τῷ διδακτικῷ λόγῳ τό τε φιλόπονον τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλή δονον αὐτῆς θεραπεύων. Ὥσπερ γὰρ τὸ ζῶον ἀχθοφορικὸν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς τῷ βάρει τῆς ἁμαρτίας