1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

9

ταῦτα, λεχθήσεται ἡμῖν· τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὁ γὰρ Ἰεζεκιήλ φησιν· Ἐν τῷἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρ τίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. 1.18 Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν; Τὸ λεγόμενον τοιοῦτόν ἐστι· ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν παι δεύων ὑμᾶς ἐμαστίγουν. Μὴ μετανοοῦσιν, ἀλλ' ἔτι ἐξαμαρτά νουσιν ἐπῆγον ἀεὶ καὶ προσετίθουν τὰς μάστιγας, ὡς πᾶν μέ ρος τοῦ σώματος ἀπὸ τῶν ἐν νουθεσίᾳ πληγῶν κατειλῆφθαι. Τοῖς μὲν ἰάσιμα ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπ τεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πλη γῆτε; Πάσας διεξεληλυθότες τὰς πληγὰς, πασῶν κατεφρο νήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων. Συντριμμὸς ὑμᾶς μένει. Ἀποροῦντος ἡ φωνὴ καὶ ἀπογιγνώσκοντος τὴν διόρθωσιν, ὡς ἐν τῷ Ἰεζεκιήλ· Ὁ ζῆλός μου ἀποστήσεται ἀπὸ σοῦ, καὶ οὐ θυμωθήσομαι ἐπὶ σοί. Τῶν δὲ περιστατικῶς συμβαινόντων, τινὰ μὲν ἁμαρτημάτων ἕνεκα γίνεται, τινὰ δὲ εἰς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομέ νων, ἄλλα δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωμένους, ὡς ἐπὶ τοῦ Φαραώ. Τούτοις οὖν ὡς ἀπεγνωσμένοις οὐκέτι πληγαὶ, οὐδὲ μάστιγες, ἀλλ' ἀφανισμὸς ἀπειλεῖται. Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Τί ἔτι πληγῆτε, ὧν καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ μεμαστίγωνται καὶ οὐδαμοῦ ἡ διόρθωσις, πάσης κεφαλῆς ὀδυνομένης καὶ πάσης καρδίας σκυθρωπαζούσης; Οὐ πάντως τὸ μέλος τοῦ σώματος λέγει τὴν κεφαλὴν, ὡς περὶ αὐτὴν μόνην τῆς ὀδύνης ἐστηριγ μένης· ἀλλὰ Πᾶσα κεφαλὴ, ἀντὶ τοῦ τὸν καθ' ἕνα ἄνθρω πον, κατὰ τὴν συνήθειαν τῆς Γραφῆς· Λάβετε γὰρ ἀπαρχὴν πάσης συναγωγῆς Ἰσραὴλ, κατὰ συγγενείας, κατὰ δήμους, κατ' οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν. Ἐπειδὴ γὰρ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν καὶ πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο καὶ ἡ κόλασις ἐπὶ πάντας ἔφθασε, καὶ πᾶσα καρδία λυπηρά, εἰς αἰχμαλωσίαν ἀγομένου τοῦ λαοῦ διὰ τὰ ἁμαρτήματα. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα. Τὸ Κεφαλὴ ἐπὶ ὅλου ἔλαβε τοῦ ἀνθρώπου. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, διὰ τὰς ἐφ' ἑκάστῳ ἁμαρτή ματι παρὰ τοῦ ἐπιμελουμένου αὐτῶν ἐπενεχθείσας μάστι γας. Εἶτα ἐπειδὴ τραῦμα λύσις ἐστὶ τῆς τοῦ σώματος συν εχείας, κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης, καὶ ὡς ὁ μώλωψ ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος, καὶ τοῦτο δὲ κατά τι μέρος συνίσταται καὶ ἡ φλεγμονὴ ὄγκος ἐστὶ πυρώδης, συῤῥεόντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός, ὁ λόγος τί φησι περὶ τῶν ὅλων δι' ὅλου, τῇ ἀσθενείᾳ κατει λημμένων; Ὅτι οὐχ ὡς τραῦμα (φησὶν) οὐδὲ ὡς μώλωψ, οὐδὲ ὡς πληγὴ φλεγμαίνουσα, οὕτως ὑμῶν ἡ ἀῤῥωστία ἥψατο, ἀλλὰ ἡνωμένως ἐπίκειται ὑμῖν τὸ κακὸν, ὡς πάντα εἶναι συγκεχυμένα, καὶ τραῦμα εἶναι, καὶ μώλωπα, καὶ πλη γήν. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε κατα δέσμους. Ἐπειδὴ ὑπὲρ τραῦμα καὶ μώλωπα καὶ πληγὴν φλεγμαίνουσαν ἡ ἀῤῥωστία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖ ναι, ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον, ὡς πρὸς τὰ τραύ ματα. Οὐ χρεία (φησὶ) τῆς ἀπὸ τούτων βοηθείας· μείζονα γὰρ τὰ συμπτώματα, ἢ ὥστε τούτοις ἐνδοῦναι. Τραύματα μὲν οὖν ἐστι τὰ ἐν Ἐκκλησίᾳ σχίσματα· μώλωπες δὲ, αἱ ὕπουλοι καρδίαι· φλεγμονὴ δὲ, ἔπαρσις ψυχῆς, ἐξ ἀλόγου οἰήσεως ὀγκουμένης, καὶ διὰ τοῦτο ἐπαιρομένης κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Μάλαγμα μὲν οὖν ἐστιν ὁ μετὰ πραότητος καὶ ἐπιεικείας ταπεινωτικὸς τῶν ματαίων φυ σιώσεων λόγος· ἔλαιον δὲ, ὁ μετὰ οἴκτου καὶ