10
συμπαθείας τὸ δολερὸν καὶ ὕπουλον καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολό γων καταλεαίνων· κατάδεσμος δὲ, λόγος ὁ τὰ πρὸς διάστα σιν ἐπειγόμενα συγκρατῶν. 1.19 Ἡ γῆ ὑμῶν ἔρημος· αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐπειδὴ ἀπέγνω τῆς διορθώσεως, ἀπειλεῖ τὸν ἀφανισμόν. Ταῦτα δὲ οὐκ ἐπὶ τῶν χρόνων Ἡσαΐου γέγονεν· ἀλλὰ σύνηθες τῇ προφητείᾳ τὰ μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα, λέγειν, ὡς τὸ Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. ∆ιὰ γὰρ τὴν ἐπὶ τῇ ἐκβάσει τῶν προαγορευθέντων πεποίθησιν, ὡς ἀναντιῤῥήτως ἐκβησο μένων, τὸ μέλλον ἔσεσθαι τῷ παρελθόντι συνάπτεται. Συμβέβηκε δὲ ταῦτα ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, τήν τε γῆν κενωθῆναι τῶν οἰκητόρων καὶ τὰς πόλεις ἐμ πρησθῆναι καὶ ὑπὸ τῶν ἐκ τῆς Μηδείας ἀποσταλέντων ἐποίκων τὴν χώραν ἐσθίεσθαι, βλεπόντων τῶν καταλειφ θέντων· ὅτε καὶ ἐγένετο πᾶσα ἡ χώρα κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Κατὰ δὲ τὰς ὑψηλοτέρας ἐννοίας, τὰς ἡμῖν προσοικειούσας τὰ παλαιὰ, ὅταν ἀποστῶμεν ἀπὸ Θεοῦ τοῦ ἡμετέρου καὶ διαπετάσωμεν τὰς χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, παραδιδόμεθα ἀλλοτρίοις τοῖς ἐρημοῦσιν ἡμᾶς καὶ καταστρέφουσιν. Ἔξεστι γὰρ θεωρῆσαι πάντα τὰ ἠπειλημένα συμβαίνοντα τοῖς ἁμαρτάνουσιν. Ἡ γῆ ὑμῶν ἔρημος. Γῆν πολλαχοῦ τὴν ψυχὴν ὁ λόγος λέγει, τὴν ὑποδεχομένην τὰ τοῦ λόγου σπέρματα, ὡς ἐν τῷ Εὐαγγε λίῳ δεδιδάγμεθα διὰ τῆς παραβολῆς τοῦ Κυρίου, ὅτι τὰ μὲν ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν δεκτικὴν μαθημάτων θείων, καὶ πρὸς καρποφορίαν εὔθετον. Ἔρημος δὲ, ἡ σοφίαν μὴ ἔχου σα, μηδὲ λόγον, μηδὲ κατὰ δικαιοσύνην βιοῦσα, μηδὲ ἐν ἀλη θείᾳ πορευομένη. Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πόλις ἐστὶ σύστημα ἀνθρώπων, ἐκ διαφόρων ἐπιτηδευμάτων ἐπὶ κοινωνίᾳ βίου συγκεκροτημένον· ὅπερ διὰ τὸ πολλὴν ἔχειν τὴν ἐν τοῖς ἔργοις ματαιότητα, ξύλα, χόρτον καὶ καλάμην, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταπίμπραται, καὶ γίνεται τὰ συστήματα τῶν ἀσεβῶν πυρίκαυστα. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν, ὅταν ἐκ προτέρου βίου καὶ πολιτείας ἀγαθῆς πεπληρω μένης τῆς ψυχῆς τῶν καρπῶν τοῦ Πνεύματος (ἀγάπης, χαρᾶς, εἰρήνης, μακροθυμίας, χρηστότητος) ἐπιπεσόντες ἀλλότριοι λογισμοὶ, καταναλίσκωσι τὰ προπεπονημένα. Ἀλλὰ ἐὰν καὶ ἐν τῇ πράξει τῶν κατὰ τὸν βίον τὸ πρακτι κὸν τῆς ψυχῆς ἔκδοτον δῶμεν δαιμονίοις ἀκαθάρτοις, γί νεται ἡ γῆ ἡμῶν κατεστραμμένη ὑπὸ ἀλλοτρίων. Θεοῦ γὰρ γεώργιον, Θεοῦ οἰκοδομή ἐσμεν. Ἕως ἐσμὲν κλήματα, μέ νοντα ἐν τῇ ἀμπέλῳ, τῷ Χριστῷ φέροντα τοὺς καρποὺς τοὺς ἐπιβάλλοντας ἡμῖν, Θεὸν ἔχομεν γεωργόν· ἐὰν δὲ ἀποστῶ μεν τῆς ζωοποιοῦ ῥίζης, τῆς εἰς Χριστὸν πίστεως, ξηραινό μενοι βαλλόμεθα ἔξω, καὶ καιόμεθα. Καὶ ἡ ἐκ τῆς διδασκαλίας οἰκοδομὴ ἡμῶν, παρὰ τὸ καθῆκον βιούντων, καταστρέφεται. Ἐὰν γὰρ μὴ ἐπιμένωμεν τῷ θεμελίῳ τῶν Ἀποστόλων, ἐποι- κοδομοῦντες τὰ τίμια, ὡς μὴ ἔχοντες θεμέλιον καταῤῥηγνύ μεθα, καὶ γίνεται τὸ πτῶμα ἡμῶν μέγα· οἱονεὶ γὰρ κατεσθίει σωφροσύνην μὲν ἡ ἀκολασία· καὶ τὸ ἁπλοῦν ἐν μεταδόσει ἡ φιλαργυρία καὶ τὸ ἀγαπητικὸν ἡ φιλεχθρία. Ἐλεεινὸν οὖν τὴν εὐθηνοῦσαν τῇ ἀγαθῶν καρποφορίᾳ ψυχὴν κατάβρωμα γίνεσθαι τοῖς ὑπεναντίοις, οἳ οὐκ ἀρκοῦνται ἡμῶν τῇ ἐρη μώσει, ἐὰν μὴ καὶ τὴν καταστροφὴν ἐπαγάγωσιν. Ἡ μὲν γὰρ καταστροφὴ ἐν τῶν πονηρῶν διδαγμάτων γίνεται, οἷον ἐδαφιζομένης τῆς ψυχῆς τῶν ἀποσφαλλομένων· ἡ δὲ ἐρή μωσις στέρησίς ἐστι τῶν προπεπολιτευμένων. Τοῦτο δὲ ῥᾳδίως γίνεται περὶ τὴν ἀνθρωπίνην ψυχήν. Ὅρα γάρ μοι νέον τινὰ ἐκ παιδὸς τεθραμμένον ἐν βίῳ σεμνῷ, εἰς οἴκους ἀπαντῶντα τῶν προσευχῶν φιλοπόνως, τῆς κατὰ δύ ναμιν εὐποιίας μὴ ἀμελοῦντα, μεμνημένον κρίματος αἰωνίου, ἀντεχόμενον λόγου διδασκαλίας. Εἶτα ὀλισθήσαντα εἰς τὴν πορνείαν, πῶς μετὰ τὸν ἀφανισμὸν τῆς σωφροσύνης καὶ τὴν ἐρήμωσιν τῶν καρπῶν,