1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

11

λοιπὸν καὶ ἡ παντελὴς αὐτῷ καταστροφὴ ἀκολουθεῖ. Οὐκ ἄγει δὲ αὐτὸν ἡ πονηρὰ συν είδησις εἰς τὸν τόπον τῆς προσευχῆς, διότι ἐν τῇ τάξει τῶν πιστῶν οὐχ ἕστηκεν· ἐξέπεσε γάρ· ἐν δὲ τῇ τῶν ὑπο κλαιόντων χώρᾳ οὐχ ἵσταται, αἰσχύνεται γάρ. Ἐντεῦθεν ὄκνος εἰς προσευχὴν, προφάσεις πεπλασμένας ἐπινοῶν πρὸς τοὺς ἐπιζητοῦντας. Ὁ δεῖνά με (φησὶν) ἐπείγει καὶ οὐκ ἀναμένω τὴν σύναξιν. Καὶ διὰ τόδε πάλιν πρὸ τῆς τῶν πιστῶν εὐχῆς ὑπεξῆλθεν, ὅ τι ἂν τύχῃ πλασάμενος. Εἶτα ἐκ τῆς κατὰ μικρὸν συνηθείας μελέτη αὐτῷ πρὸς ἀποστασίαν ἐγγίνεται, καὶ εἰς παντελῆ ἀπώλειαν περιάγεται. Καθόλου δὲ ἴδιον τῶν πονηρῶν δυνάμεων, μετὰ τὸ ἐρήμους ἀποδεῖξαι τῶν καρπῶν τῆς δικαιοσύνης, μὴ ἀφίστασθαι, πρὶν ἂν καὶ τοῖς κατὰ τὴν γνῶσιν σφάλμασι περιβάλωσιν. 1.20 Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. Ἀπόδειξιν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἔχει ἡ τῶν ὁμοίων ἀντίδοσις. Ἐγκατέλιπε Κύριον, διὰ τοῦτο ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών. Ἔτι δὲ ἔχεται τῆς φιλανθρωπίας, θυγατέρα ὀνομάζει, ἐκ τοῦ προτέρου αὐτὴν ὀνόματος ἀνακαλῶν, ὃ εἶχε πρὶν ἀλλοτριωθῆναι. Ἐγκαταλειφθήσεται ὡς σκηνὴ ἐν ἀμ πελῶνι. Εἰς φρουρὰν τῶν ἐν ταῖς ἀμπέλοις καρπῶν αἱ σκηναὶ πήγνυνται. Ὅταν μὲν οὖν εὐθηνῇ τοῖς οἰκείοις καρποῖς ἡ ἄμπελος, σπουδάζεται ἡ σκηνὴ καὶ πάσης ἀξιοῦται ἐπι μελείας, ὥστε ἀπ' αὐτῆς κατοπτεύειν τὸν φύλακα, μήποτε τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν· ὅταν δὲ ἄκαρ πος ᾖ, ἀμελεῖται ἀναγκαίως τῆς ἀμπέλου τὰ φυλακτήρια. ∆ιὰ τοῦτο τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὴν ἐγκατάλειψιν ἀπειλεῖ, ὡς μὴ καρποφοροῦντος τὰ ἐπιβάλλοντα. Φοβηθῶμεν οὖν εἶναι ἄκαρποι, μὴ ἐγκαταλειφθῶμεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ Θεοῦ. Τὸ φυλάσσον ἡμᾶς, τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι. Ὅταν μὲν οὖν καρποφορῇ ἡ ψυχὴ ἄξια τῶν αἰωνίων ἀποθηκῶν, παρα μένει καὶ φυλάσσει καὶ πόῤῥωθεν ἀπείργει τὰς τοῦ μονιοῦ τοῦ ἀγρίου ἐπιβουλάς. Ὅταν δὲ σταφυλὴν χολῆς γεωργῇ καὶ βότρυν πικρίας ἐκφέρῃ, ἐγκαταλιμπάνει τὴν ἄκαρπον ψυχὴν, καὶ τότε ὑπὸ παντὸς λογισμοῦ θηριώδους, καὶ πάσης ἀλό γου ἐπιθυμίας καταπατεῖται. Πολλαχοῦ δὲ τροπικῶς ἀμπελῶνα τὸν Ἰσραὴλ ὁ λόγος προσ αγορεύει, ὡς τὸ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· καὶ Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· καὶ Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπε λον καρποφόρον, πᾶσαν ἀληθινήν. Εἰ δὲ ὁ Ἰσραὴλ ἀμπελὼν, σκηνὴ δὲ τῆς ἀμπέλου ταύτης ὁ οἶκος τάχα ὁ τοῦ ναοῦ. Σκή νωμα γὰρ δόξης ἐλέγετο, καὶ Σκήνωμα, οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἕως μὲν οὖν ὅτε ἐποίει καρπὸν πολὺν, καὶ ἡ σκηνὴ διὰ τὴν τῶν καρπῶν φυλακὴν συνειστήκει. Ἐπεὶ δὲ ὁ φυτεύσας αὐτὴν ἔμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας (αἷς τὸν Κύριον ἐστεφάνωσαν) καὶ ἐστράφη πᾶσα εἰς πικρίαν, ἐποίει γὰρ σταφυλὴν χολῆς καὶ βότρυν πικρίας, (διὸ καὶ εἰς τὸ βρῶμα ἔδωκαν τῷ Κυρίῳ χολήν) διὰ τοῦτο ἐγκατελείφθη ἡ σκηνὴ τοῦ ἀμπελῶνος. Ἰδοὺ γὰρ (φησὶν) ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τότε ἐπληρώθη ἡ ἀπειλὴ αὕτη· ἐγκατελείφθη γὰρ Ὡς σκηνὴ ἐν ἀμπελῶνι· ἐξ ἐκείνου λοιπὸν καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα. ∆ιὰ τοῦτο οὐκέτι προφῆται παρ' αὐτοῖς, οὐκέτι οὐρανία χάρις, ἀλλὰ γέγονεν εἰς χέρσον καὶ κατα πάτημα. Οἵ τε γὰρ φραγμοὶ τοῦ λαοῦ ἐκείνου καθῃρέθησαν, ὁ ὑπερασπισμὸς τῶν ἁγίων ∆υνάμεων· κἄν τι ἐργάσωνται κατὰ τὸν νόμον, εἰς ἀπώλειάν ἐστι. 1.21 ∆ιὰ τοῦτο νῦν μὲν Τρυγῶσιν οἱ παραπορευόμενοι τὴν ὁδὸν καὶ ὗς ἐκ δρυμοῦ ἐλυμήνατο, καὶ μονιὸς ἄγριος κατενεμήσατο, νῦν δὲ αἱ ἀόρατοι δυνάμεις καταπατοῦσιν αὐτούς. Καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Εἰς φυλακὴν τῶν σικύων τὰ φυλακτήρια τῆς ὀπώρας κατασκευάζεται. Σικυήλατον οὖν ἐστι τόπος προσκαίρων καὶ ὀλιγοχρονίων καρπῶν οἰστικὸς, τέρψιν τινὰ μᾶλλον, ἢ ὠφέλειαν παρεχο μένων. Τοιοῦτος δὲ καὶ ὁ νόμος, ὀλιγοχρόνιον ἔχων τὴν χρῆσιν. Πρόσκαιρος γὰρ ἡ λατρεία καὶ πρὸς ὀλίγον ἀνθή σασα· εἶτα τῇ ἀληθινῇ καὶ στερεωτέρᾳ τροφῇ, τῇ