12
κατὰ τὸ Εὐαγγέλιον διδασκαλίᾳ τὴν πολιτείαν μεταπαρέδωκεν. Ἐγκαταλειφθήσεται οὖν ἡ Σιὼν, καὶ ὡς ὀπωροφυλάκιον, τὸ φυ λακτήριον τῆς ὀπώρας. Ἡ δὲ ὀπώρα οὐχὶ στερεὰ τροφὴ καὶ μόνιμος, ἀλλ' ἁπαλὴ καὶ πρόσκαιρος. Τοιοῦτος δὲ ὁ νόμος, μίμημα ἔχων λατρείας, οὐκ αὐτὴν τὴν ἀλήθειαν· διότι ὑπόδειγμά ἐστι καὶ σκιὰ τῶν ἐπουρανίων. Ἐπεὶ δὲ καὶ ἡ καθέκαστον ψυχὴ ἀμπέλῳ παρεικάζεται, ὡς ἐν ψαλμῷ· Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα· καὶ ὁ Κύριος Ἐγὼ (φησὶν) ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· μήποτε καὶ εἰς ἡμᾶς φθάνῃ τὰ ἠπειλημένα, ὅταν μὴ ἀποδίδωμεν τοὺς ἐπιβάλλοντας ἡμῖν καρπούς. Τάχα γὰρ σκηνὴ μέν ἐστι τὸ σῶμα, ᾧ ἐνοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ οἴδατε (γὰρ) ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; Ἀμπελὼν δὲ ἡ ψυχὴ, τὴν καρποφορίαν ἀξίαν τῆς ἐξ ἀρχῆς φυτείας καὶ τῆς τοῦ Θεοῦ γεωργίας ἀπαιτουμένη. Ἐφυτεύθη γὰρ ἀλη θινὴ κατ' εἰκόνα τοῦ ἀληθινοῦ Θεοῦ γενομένη· γεωργεῖται δὲ ταῖς κατὰ μέρος ἐπιμελείαις τοῦ Κτίσαντος, ὃς τὸ μὲν καρποφοροῦν καθαίρει, ἵνα πλείονα καρπὸν φέρῃ. Ἐὰν γὰρ ἑαυτοὺς ἐπιδῶμεν τῇ καθαρότητι τοῦ βίου, συλλαμβάνεται ἡμῖν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν ὁ Θεὸς, τελειῶν τὴν περὶ τὸ ἀγαθὸν σπουδὴν καὶ προθυμίαν. Ὥσπερ οὖν κλαδεύεται ἄμπελος ἀπὸ τῆς ἐν τοῖς περιττοῖς φορᾶς κωλυομένη, οὕτω καὶ ψυχῆς τὴν περὶ τὰ μάταια σπουδὴν περικόπτομεν, πᾶσαν αὐτῆς τὴν δύναμιν ἐπὶ τὴν τῶν σπουδαίων ἔργων καρποφορίαν ταμιευόμενοι, μήπως, ὑλομανήσασα ἐν τῷ ἐπιδεικτικῷ κόσμῳ, πρὸς τὴν τῶν ἀνθρώπων ἀρέσκειαν τὴν ὅλην ἑαυτῆς δύναμιν ἐκκενώσῃ, οἱονεὶ περὶ φύλλα καὶ ἕλικας, τὸ σχῆμα τοῦ κόσμου, ἀσχοληθεῖσα. Ἀλλὰ καὶ σκάπτεται ἡ ψυχὴ πάντα εἰς τὴν ἰδίαν τροφὴν, οἰ κειοῦσα τὰ παρακείμενα, καὶ οὕτως ἑαυτὴν εὐτρεπίζουσα πρὸς τὴν ὑποδοχὴν τῶν διδαγμάτων τοῦ Πνεύματος. Ὥσπερ γὰρ μὴ σκαφεῖσα ἄμπελος ἀδιάπνευστός ἐστι καὶ τῆς ἐκ τοῦ ὕδατος ὠφελείας διὰ τὴν πυκνότητα τῆς παρακειμένης γῆς ἀνεπίδεκ τος, οὕτως ἡ μὴ ἀποσκευασαμένη τὰ σωματικὰ ψυχὴ καὶ ἐκ τοῦ βάρους αὐτῶν ἀναπνεύσασα, ἄγονος διαμένει τῷ βάρει τῶν ὑλικῶν πεπιλημένη, καὶ διὰ τοῦτο, τῆς ἄνωθεν μὴ με ταλαμβάνουσα βοηθείας, ἄκαρπος μένει. Τῆς δὲ ἀκάρπου ψυχῆς ἀφίσταται μὲν τὸ Πνεῦμα τὸ ἅγιον· πίπτουσι δὲ οἱ φραγμοὶ, αἱ τῶν Ἀγγέλων βοήθειαι· εἰσπίπτουσι δὲ οἱ ξένοι, οἱ διοδεύοντες ἡμᾶς, αἱ τῶν περὶ τὴν γνῶσιν ἁμαρτη μάτων ἐνεργητικαὶ δυνάμεις. Τά τε πάθη προκαταλαβόντα λυμαίνει, ὑὸς δίκην ἀλόγιστα ὁρμῶντος καὶ καλινδουμένου ταῖς δυσωδίαις. Καὶ τότε πληροῦται ἐπὶ τὴν τοιαύτην ψυχὴν τὸ Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι. Ἀλλὰ Καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. Οἱ μὴ τὰ ἄξια τῆς θείας ἀποθήκης καρποφοροῦντες, ἀλλὰ τοῖς εὐφθάρτοις καρποῖς τοῦ κόσμου τούτου ἐπαγαλλόμενοι, οἱ πλούτῳ πεποιθότες, οἱ δόξῃ ἐπαιρόμενοι, οἱ ἐπ' εὐ γενείᾳ προγόνων, ἢ εὐεξίᾳ σωματικῇ μέγα φρονοῦντες, σι κυηράτῳ ἐοίκασιν, ἄτροφον καρπὸν γεωργοῦντες, φυσή ματος ἀλαζονικοῦ ὑποπιμπλῶντα καὶ ὄγκῳ ματαίῳ τὴν ψυχὴν ἐξοιδαίνειν καὶ ὑπερφυσᾶσθαι παρασκευάζοντα. Ὧν ἐφιέμενος ὁ ἐπιθυμητὴς λαὸς, ἐτάφη ἐν ἐρήμῳ. Ἔκλαιον γὰρ (φησὶ) μνησθέντες τῶν σικύων καὶ τῶν πεπόνων, τῶν Αἰγυπτιακῶν βρωμάτων, ἃ οὐκ ἂν φάγοι Ἰσραηλίτης, ὁ τῷ οὐρανίῳ ἄρτῳ, τῷ μάννα τρεφόμενος, ὃν ἐξουδενοῦντες οἱ τότε, τῶν κρομμύων ἐπεθύμουν. Ἃ μὴ πάθωμεν καὶ ἡμεῖς τὸν ἡδονικὸν βίον τοῦ λογικοῦ προτιμῶντες. Κρομμύοις γὰρ τῷ ὄντι καὶ σκορόδοις αἱ διὰ τοῦ σώματος ἡδοναὶ προσεοί κασι, πολὺ μὲν τὸ δριμὺ καὶ ἐρεθιστικὸν παρεχόμεναι, δυσωδίαν δὲ χαλεπὴν καὶ δυσέκνιπτον ἐναφιεῖσαι τῷ βάθει, οἷς ἂν ἐγγένωνται, δακρύων δὲ πλῆθος τοῖς δεχομένοις αὐτὰς προξενοῦσαι. Ἐν ταῖς ἀπειλαῖς δέ ἐστι καὶ τὸ ὡς πολιορκουμένην πόλιν ἐγκαταλειφθήσεσθαι. Περικαθέζονται ἡμᾶς οἱ πο λέμιοι, ἐπιτηροῦντες ἡμῶν τὴν ἄνεσιν ἵνα ἀφυλάκτοις ἡμῖν ἐπιθῶνται. Ὥσπερ οὖν ἐκπολιορκηθεῖσα πόλις, διαρ πασθέντος τοῦ πλούτου τοῦ ἐναποκειμένου αὐτῇ, οὐ πύ λας ἔχει κεκλεισμένας, οὐ