13
φύλακας ἐπὶ τῶν τειχῶν ἀγρυ πνοῦντας, οὕτω ψυχὴ τῶν ὑπαρχόντων αὐτῇ παρὰ τῆς θείας δωρεᾶς θησαυρῶν ἐκκενωθεῖσα, ὡς ἀναξία λοιπὸν τῆς θείας φρουρᾶς ὑπερορᾶται. ∆ιὰ τοῦτο εἴρηται τὸ Πάσῃ φυ λακῇ τήρει σὴν καρδίαν. Πρὸς οὖν τὸ οὕτω γρηγορεῖν καὶ νήφειν, εὐχόμεθα, ἵνα καὶ διὰ τοῦ αὐτοὶ ἐπαγρυπνεῖν ἡμῶν τῇ φυλακῇ ζητῶμεν, ἵνα μὴ νυστάξῃ, μηδὲ ὑπνώσῃ ὁ φυλάσσων τὸν Ἰσραήλ· Ἐὰν γὰρ μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Ὅταν δὲ διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἐγκαταλείπῃ ἡμῶν τὴν φρουρὰν, ἕτοι μοι εἰς διαρπαγὴν καὶ αἰχμαλωσίας καὶ ἀπαγωγὰς τοῖς πολεμίοις ἐκκείμεθα. 1.22 Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώ θημεν. Εἰ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν καὶ ὅλος ὁ λαὸς πλήρης ἀνομιῶν καὶ πάντες υἱοὶ ἄνομοι, ποῖον ἐναφείθη σπέρμα τῷ Ἰσραὴλ, τὸ κωλῦσαν τὰ Σοδόμων καὶ Γομόῤῥας αὐτὸν ὑπομεῖναι παθήματα; Τὸ μὲν γὰρ ἐνυπάρχον σπέρμα τῷ Ἰσραὴλ, σπέρμα ἦν πονηρὸν, οὐχὶ σωτηρίας αἴτιον, ἀλ λ' ἀπωλείας ἄξιον. Ποῖον οὖν ἦν τοῦτο; Μήποτε περὶ οὗ εἴρηται ἐν ἐπαγγελίαις τῷ Ἀβραὰμ τὸ Σοὶ δώσω καὶ τῷ σπέρματί σου; Οὐ γὰρ εἶπε (φησὶ) καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐπὶ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο οὖν τὸ σπέρμα, τοὺς, ὅσον ἐπὶ τῇ ἀξίᾳ τῶν βεβιωμένων, ὀφείλοντας, παθεῖν τὰ Σοδόμων καὶ πυρὶ καὶ θείῳ ἐκτριβῆναι διὰ τὴν κακίαν φθάνουσαν εἰς τὸ Σο δομητικὸν μέτρον, τῇ παρ' ἑαυτοῦ παρουσίᾳ ἐκώλυσεν. Ἀλλ' ὅμως καὶ μετὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν, Τὸ μὲν λεῖμμα κατ' ἐκλογὴν χάριτος ἐσώθη· οἱ δὲ λοιποὶ ἐπωρώ θησαν, οἳ καὶ παρεδόθησαν τῇ καταστροφῇ, ὥς φησιν Ἀμώς· Κατέστρεψα γὰρ ὑμᾶς, καθὼς κατέστρεψε Κύριος Σόδομα καὶ Γόμοῤῥα· καὶ οὐδὲ οὕτως ἐπεστρέψατε πρός με, λέγει Κύριος. Καίτοι πολλάκις ἀπειλήσας, πολλάκις ἐφεί σατο· ὕστερον δὲ ἐπήγαγε τῇ ἀμετανοήτῳ καρδίᾳ τὰ ἄξια τῶν ἔργων πάθη. Ἐν γάρ τινι Προφήτῃ ὁρμᾷ μὲν πρὸς τὴν ἐκδίκησιν διὰ τὴν ἀδικίαν τοῦ λαοῦ· ἐπέχει δὲ διὰ τὴν οἰκείαν φιλανθρωπίαν· Τί σε διαθῶ, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἄδαμα θήσομαί σε καὶ ὡς Σεβοΐμ. Αὐταὶ δέεἰσι τῆς Σοδομητικῆς πενταπόλεως. Εἶτα ὑπερβολῇ φιλαν θρωπίας εὐθὺς ἐπάγει· Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Ἀλλ' ὅμως ὅτε εἰς τὴν ἐσχάτην παρανομίαν ἐξέπεσαν, κατεπρήσθη μὲν τὸ ἱερὸν, ἡ δὲ πόλις πᾶσα πυρίκαυστος γέγονε, λιμῷ δὲ καὶ λοιμῷ καὶ στάσει καὶ ἐπιβουλαῖς ταῖς κατ' ἀλλήλων ἐξανηλώθησαν. Τὸ μέντοι μέρος τῶν πιστευσάντων εἰς Χριστὸν διεσώθη ἀπὸ τοῦ παντὸς τοῦ Ἰσραὴλ, ἐν ὀλίγοις εὑρηθείσης τῆς ἐκλογῆς· ὅπερ ὡς ζύμη γενόμενον τοῖς ἔθνεσι, πάντας πρὸς τὴν οἰκείαν εἵλκυ σεν ὁμοιότητα, ὥστε καὶ ἀπ' ἐκείνου καὶ Ἰσραὴλ χρημα τίζειν καὶ λαὸν Κυρίου, καὶ εἶναι τὸν ἐν τῷ κρυπτῷ Ἰου δαῖον καὶ τῶν πνευματικῶν ἐπαγγελιῶν κληρονόμον, τὸν ἐξ ἐθνῶν πεπιστευκότα. Ἐπεὶ δὲ Σόδομα ἑρμηνεύεται ἔκ κλισις, Γόμοῤῥα δὲ στάσις, καὶ τοιοῦτόν τινα νοῦν ἡμῖν ὑπο βάλλει ἡ ἑρμηνεία τῶν ὀνομάτων, ὅτι εἰ μὴ ἦλθε τὸ σπέρμα ὃ ἐπήγγελτο, οὐδὲν ἐκώλυεν ἡμᾶς εἰς παντελῆ ἀπώλειαν ἐκπεσεῖν, ἐκκλίναντας ἀπὸ τοῦ Θεοῦ. Καὶ εἰ μὴ εἰρήνη ἡμῖν ἐπεφάνη ἐξ ὕψους, Ἡ ὑπερέχουσα πάντα νοῦν, ἕκαστος ἂν ὑπὸ τῆς ἰδίας στάσεως καὶ τοῦ ἐνοικοῦντος. αὐτῷ πολέμου ἐξανηλώθημεν· τὰ γὰρ πάθη τῆς ἁμαρτίας καὶ πᾶσαι αἱ κατὰ ἀλογίαν κινήσεις, θορύβους ἀσινήτους καὶ στάσιν ἀδιάλ λακτον ἐμποιεῖν πεφύκασι ταῖς ψυχαῖς. 1.23 Αἰσθομένη οὖν τῆς ὠφελείας ἐκ τῆς τοῦ Σωτῆρος παρουσίας, ὃς ὡς σπέρμα μικρὸν διὰ τῆς ἀνθρωπείας σαρκὸς ἐνέπεσεν ἡμῶν τῷ βίῳ, ταῦτα λέγει ἐν εὐχαριστίας εἴδει ἡ Ἐκκλησία· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας, ἵνα δείξῃ, ὅτι ἡ τοῦ σπέρματος τοῦ ἐγκαταλειφθέντος αὐτῇ παρὰ Κυρίου Σαβαὼθ παρουσία αἰτία αὐτοῖς γέγονε τῆς σωτηρίας. Ἐπεὶ, ὅσον τὸ ἐπ' αὐτοῖς, τοῖς παθήμασι τῆς Σοδομηνῆς ὑπόδικοι ἦσαν,