1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

20

καὶ τὸ σπέρμα Ἰακὼβ, τοῦ δικαίου, ἄρτους ἐζήτει εἰς Αἴγυπτον. Ἐὰν δὲ φύγωμεν τὴν ταπεινὴν ἔννοιαν, καὶ ἡ ἐν τοῖς ἐναντιώμασιν ἀτοπία συνδιαλυθήσεται. Ταύτας οὖν ἐνή στευον τὰς νηστείας οἱ Ἰουδαῖοι, λιμοκτονοῦντες ἑαυτῶν τὸν ἔσω ἄνθρωπον, διὰ τὸ φθάσαι ἐπ' αὐτοὺς τὴν λέγουσαν ἀπει λὴν, ὅτι Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ταύτας οὖν τὰς νη στείας μισεῖν λέγει ὁ Κύριος, τῶν ἐκτηκόντων μὲν ἑαυτῶν τὸν νοῦν ἐν ἀτροφίᾳ τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων, ὑπερπιαινόντων δὲ καὶ κατασαρκούντων τὸν ἔξω ἄνθρωπον. Καὶ γὰρ ὥσπερ ἐν ζυγοῦ ῥοπῇ, ὅταν βαρῆται τὸ ἕτερον, ἀν υψοῦταί πως τὸ ἀντικείμενον, οὕτω καὶ ἐπὶ ἀνθρώπου συμ βαῖνον ἴδοι τις ἄν· σαρκὸς μὲν γὰρ πληθυνομένης, συμ βαίνει τὸν νοῦν πως ἀσθενέστερον γίνεσθαι· τοῦ νοῦ δὲ πάλιν εὐεκτοῦντος, τὴν σάρκα πολλάκις καταλεπτύνεσθαι. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Καὶ τὸ Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Τῆς γὰρ δαψιλοῦς καὶ παχείας τροφῆς αἰθαλώδεις τινὲς ἀνα θυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις εἰς τὸν νοῦν διακόπ τουσι. ∆ιὸ καὶ Μωϋσῆς πρὸς θεωρίαν Θεοῦ ἀναβαίνων διὰ τοῦ νοῦ, ἄσιτος καὶ ἄποτος ἡμερῶν τεσσαράκοντα διετέλεσεν, ἀθόλωτον διαμένειν αὐτῷ τὸ ἡγεμονικὸν διοικούμενος. Ἠλίας τε ὁμοίως, ὅτε ἔμελλεν ἐκζητεῖν τὸν Θεὸν, ἐν ἴσῳ χρόνῳ τῶν τροφῶν ὑπερεῖδεν, ὥστε μηδεμίαν τῷ νῷ γενέσθαι ἀπὸ τῶν τροφῶν ἐπισκότησιν. Ὁ μέντοι Κύριος ἐναντίως, ἀναστὰς μὲν ἀπὸ νεκρῶν, καὶ πρὸς τοὺς οὐρανοὺς ἐπανιὼν, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀνισταμένου πιστούμενος· συγκαταβαίνων δὲ τοῖς ἀνθρώποις, ἐνήστευσε, δεικνὺς ὅτι τῷ μέλλοντι πρὸς τοὺς ἀγῶνας τῶν πειρασμῶν ἀποδύεσθαι ἀναγκαία ἡ ἄσκησις. Οἱονεὶ γὰρ παιδοτριβεῖ πρὸς τὴν νίκην ὁ τοῦ σώματος ὑπωπιασμός. Οὐχ οὕτω μέντοι χρηστέον τῇ σαρκὶ, ὥστε παραλῦσαι αὐτῆς τὸν φυσικὸν τόνον διὰ τὴν ἔνδειαν, οὐδὲ εἰς παντελῆ ἀπραξίαν, ἤπου καὶ ἀπαρακολου θησίαν, τὸν νοῦν ὑπὸ τῆς ἄγαν ἐκλύσεως ἐκβιάσασθαι. 1.33 Ἐπειδὴ δὲ ἐκελεύσθημεν, παρόντος τοῦ νυμφίου, μὴ νηστεύειν τὴν ἀπὸ τοῦ λόγου νηστείαν (ὡς μὴ τρεφομένων τῷ ἄρτῳ τῷ ἐξ οὐρανοῦ καταβάντι καὶ ἀποστρεφομένων τὴν βρῶσιν τῆς σαρκὸς τοῦ Κυρίου, ζωῆς οὖσαν αἰτίαν) τὴν τοιαύτην νηστείαν μισεῖν ὁ Κύριος λέγει. Ἓν τῶν μισου μένων ἐστὶν ὑπὸ Κυρίου καὶ ἡ ἀργία, ἀπραξία τις οὖσα τῶν καθηκόντων. Καὶ ἔοικέ γε πάσης ἑορτῆς ἐπακολούθημα ἡ ἀργία, διὰ τὸ ταῖς κληταῖς προσκεῖσθαι τὸ Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ διὰ τὸ ἐν ταῖς ἑορταῖς σχολὴν ἀπὸ τῶν κατὰ τὸν βίον ἄγοντας πᾶσαν ἀτοπίαν ἐπιτελεῖν, δικαίως μισητὴν ἀργίαν ἄγειν ἐλέγοντο. Πῶς δὲ οὐ μισητὸν ἡ ἀργία, μύρμηκος καὶ μελίσσης χεί ρονα ποιοῦσα τὸν ἄνθρωπον, ὅς γε καὶ ἐξ ἀρχῆς πλασθεὶς, ἐτέθη εἰς τὸν παράδεισον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν; Ὥστε τὸ πρῶτον καὶ οἰκειότατον τῷ ἀνθρώπῳ, ἡ περὶ τὰ ἔργα σπουδὴ, καὶ οἱονεὶ παρὰ φύσιν αὐτῷ ἡ ἀργία, ἣν μισεῖν εἶπεν ὁ Κύριος. Ἀλλὰ πῶς ἡμᾶς ἀργεῖν βούλεται; Μὴ ἐργα ζομένους τὴν βρῶσιν τὴν ἀπολλυμένην, μὴ ὀφθαλμοὺς αἴρειν ἐπὶ τὰ μάταια, μὴ ἀκοὴν ματαίαν τοῖς ὠσὶ παραδέχεσθαι, τὰς χεῖρας ἀποσείεσθαι ἀπὸ δώρων, μὴ ὀξεῖς ἔχειν τοὺς πόδας ἐκχέαι αἷμα, καὶ πάσας ἑνὶ λόγῳ τὰς σπουδὰς, τὰς περὶ τὸ σῶμα μὴ ἐνεργεῖν. 1.34 Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ἀπειρηκότος φωνὴ πρὸς τὰς συνεχεῖς ἐπὶ κακίαν ὑποστρο φὰς τοῦ εὐεργετουμένου. Οὐκέτι ἀνήσω. Πολλάκις προσεκα λεσάμην εἰς μετάνοιαν· ἐδόξατε ὑπακούειν, εἶτα ἐπαλινδρομή σατε. Ἀπογνοὺς ὑμῶν τῆς ἀμετανοήτου καρδίας, οὐκέτι ἀνή σω ὑμᾶς τῆς ὀφειλομένης ὑμῖν καταδίκης. Οὐ γὰρ ὁ εἰπὼν «ἥμαρτον» εἶτα ἐπιμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖ ται· ἀλλὰ ὁ, κατὰ τὸν Ψαλμὸν, εὑρὼν τὴν ἁμαρτίαν αὑτοῦ καὶ μισήσας.