1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

21

Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅταν τὰ φθαρτικὰ τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρου μένων τῷ ἔτι ἀδικοῦντι, καὶ ἀκολαστημάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι. Ἀλλὰ πῶς ἀφίεται ψυχῆς ἁμαρτήματα; Ἐπειδὰν ἡ ἀρετὴ κρατήσασα τῆς ψυχῆς καὶ ὅλην αὐτὴν τοῖς οἰκείοις λόγοις κα ταλαβοῦσα, διαβολὴν αὐτῇ πρὸς τὴν ἐναντίαν διάθεσιν ἐμποι ήσῃ· ὥστε ἐν μὲν καιρῷ πλεονεξίας ἑκουσίως ὁρμᾷν ἐπὶ τὴν ὡς τοῦ ἴσου τιμὴν, κἂν ῥᾴδιον ᾖ τὸ ἀδικεῖν, κἂν ἀμάρτυρον, ὡς μέγιστον κακὸν ἀποφεύγειν· οὕτω διακείμενον ὑπὸ τῆς ἐν ἑαυτῷ ἕξεως, δυνατὸν ἀφεθῆναι τῶν προτέρων ἀδικημάτων. Κατὰ ταῦτα δὴ καὶ ἡ σωφροσύνη ἕξιν καὶ πῆξιν λαβοῦσα ἐν τῇ ψυχῇ, ἀπολύει τῶν ἀκολαστημάτων. Σώφρονα δὲ λέγομεν, οὐχ ᾧ ἀπεμαράνθησαν ὑπὸ γήρως, ἢ νόσου, ἢ ὑπὸ ἄλλου τινὸς συμπτώματος αἱ τῆς ἀκολασίας ὀρέξεις (τούτῳ γὰρ ἡ μὲν κακία ἐνυπάρχει, ἡ δὲ ἐνέργεια ἐκ τῆς τῶν ὀργάνων ἀσθε νείας παραποδίζεται) ἀλλὰ σωφροσύνη ἐστὶν ἀληθὴς ἐπι στημονικὴ δύναμις, ἐντυπωθεῖσα τῇ ψυχῇ διὰ βάθους καὶ τὰ ἐνυπάρχοντα ἴχνη τῶν αἰσχρῶν κινημάτων ἐξαφανίζουσα. Τῷ οὕτως ἑαυτὸν ἐξιωμένῳ, διὰ τοῦ ἀναλαμβάνειν τὴν ἐναν τίαν τῇ ἁμαρτητικῇ διάθεσιν, καὶ ἡ παρὰ τῆς συγχωρήσεως χάρις ὠφέλιμος. Ὁ δὲ λόγος ἐνταῦθα τοὺς ἀπὸ πολλῶν πτωμάτων πολ λάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγω γίας, εἶτα ὕστερον ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπει λεῖ παντελῶς ἀφήσειν. Ἐνταῦθα τὸ Οὐκέτι ἔμφασιν ἡμῖν παρέχει τοῦ πολλάκις ἤδη πρότερον ἐπὶ τοῖς ὁμοίοις συγκεχωρηκέναι. Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέ σεως, ἐπιδιδόναι τινὰ ἑαυτὸν τῷ κατ' ἀρετὴν βίῳ, ἀμή χανον. ∆ιὰ τοῦτο ὁ σοφῶς ἡμῶν οἰκονομῶν τὴν ζωὴν, τὸν ἔν τισιν ἁμαρτίαις ἐξετασθέντα, εἶτα ἀνατρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον, βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτη μένα, οἱονεὶ διὰ τῆς μετανοίας ἀναβιώσκοντα· συνεχῶς δὲ ταῦτα ἐπαγγελλόμενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παντελῶς αὐτὸν ἀπεγνωσμένον τῆς φιλανθρωπίας ἐκ κλείει. 1.35 Ὅταν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλ μούς μου ἀφ' ὑμῶν. Οἱ μέχρι σχήματος προσευχόμενοι τὰς μὲν χεῖρας ἐκτείνουσι, τοὺς δὲ θείους ὀφθαλμοὺς ἐπιβλέποντας αὐ τῶν εἰς τὴν προσευχὴν οὐκ ἔχουσι. Πάλιν δὲ τοῦτο σύνηθες τοῖς Ἁγίοις τὸ σχῆμα τῆς προσευχῆς, ὡς παρὰ ∆αβὶδ μεμαθήκαμεν, λέγοντος· ∆ιεπέτασα πρὸς σὲ τὰς χεῖ ράς μου· καὶ Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή· Μωϋσέως δὲ, πολεμουμένου τοῦ Ἰσραὴλ μέχρις ἡλίου δυσμῶν, ἐν τῇ ἐκτάσει τὰς χεῖρας ἔχοντος. Καὶ πρὸς ταῦτα δὲ τὸ ἀποστολικὸν, ἐν παντὶ τόπῳ προσεύχεσθαι τοὺς ἄνδρας, ἐπαίροντας ὁσίους χεῖρας. Τάχα δέ τι καὶ βαθύτερον ὁ λόγος παραδηλοῖ· ὅτι ὁ τὰ μεγάλα καὶ οὐράνια καὶ ὑψηλὰ ἐργαζόμενος, οἱονεὶ διηρμένην ἔχων τὴν πρακτικὴν δύνα μιν, ἐπαίρειν τὰς χεῖρας λέγεται· ὁ δὲ ταπεινὰ καὶ γήϊνα καὶ τῇ φθορᾷ ὑποκείμενα ἐνεργῶν, κάτω ῥεπούσας καὶ κατα βεβλημένας τὰς χεῖρας ἔχει. Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστορία, ὅτι διὰ τὸ τοὺς προκόπτοντας μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ δι' ἀτονίαν ἐκλύεσθαι καὶ ἀσθενέ στερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινόμενα· εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν ὁ Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν Ἀμαλήκ. Τουτέστι καταπιπτούσης μὲν ἡμῶν τῆς δραστικῆς δυνάμεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν· ὑψουμένης δὲ καὶ διαιρομένης, δυνα τώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν, ὅπερ Ἰσραὴλ λέγεται. Τήρει δὲ, ὅτι ἐνταῦθα οὐκ εἴρηται «ὅταν ἐπαίρητε τὰς χεῖρας» ἀλλ' Ὅταν ἐκτείνητε. Ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεό μενος. Ἐπειδὴ δὲ ἡ ἔκτασις πολλάκις κατὰ διάθεσιν παρὰ τῶν νηπίων πρὸς τροφοὺς, ἢ μητέρας γίνεται, δεικνὺς τῶν εὐχομένων τὸ ἀδιάθετον, οὐκ εἶπεν «ὅταν ἐκτείνητε πρὸς μέ» ἀλλ' ἁπλῶς· Ὅταν ἐκτείνητε (φησὶ) τὰς χεῖρας, ἀπο στρέψω τοὺς