1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

23

ἐν ταῖς ἀργίαις. Ἑνός σοι χρεία, ἁπλοῦ καὶ συντόμου, οὗ αὐτοὶ ὑμεῖς ἐστε κύριοι. Τί οὖν ἐστι τοῦτο; Μάθετε καλὸν ποιεῖν. Οὗ παν τελῶς νῦν ἀπειθῶς καὶ ἀπαιδεύτως ἔχετε. Ἐπεὶ οὖν διδακτὸν τὸ καλὸν, ὁ δὲ νόμος ὑμᾶς οὐκ ἐδίδαξεν (ἐκβέβληται γὰρ αὐτοῦ, ὡς οὐ καλὰ, τὰ διδάγματα) πᾶσα ἀνάγκη λοιπὸν, ἐπὶ τὸ εὐαγγελικὸν διδασκαλεῖον καταφυγεῖν· Νόησόν μοι τὴν μέθοδον τῆς οἰκονομίας τοῦ λόγου ἀπὸ ὑπο δείγματος ἐναργοῦς. Ἔστω τις τῶν πολυτελῶν καὶ πλουσίων, καὶ τὰ παρασκευασθέντα αὐτῷ ποικίλα τὰ πρὸς τὴν δίαιταν· ἐχέτω δὲ οὗτος πρὸς μὲν τὰ λοιπὰ δυσαρέστως, πρὸς ἓν δὲ μόνον ἐπιτηδείως, εἶτα καθ' ἕκαστον αὐτῷ τῶν ἀβουλήτων ἀποπεμπομένων, εἰς ἀνάγκην ἀγέτω τοὺς θεραπεύοντας εἰς ἐκεῖνο ἐλθεῖν τὸ κατὰ φύσιν λανθανόντως ἐπιζητούμενον· οὕτω καὶ νῦν, πάντων ἐφεξῆς ἐκβεβλημένων τῶν νομικῶν, ἀναγκαίως ἡ παραδοχὴ τοῦ Εὐαγγελίου κατασκευάζεται. Λούσασθε. Καὶ τί τὸ κέρδος; Ἵνα καθαροὶ γένησθε. Εἰς τί δὲ χρεία καθαρότητος; Ἵνα τὸν Θεὸν ἴδητε. Ἆρ' οὖν ἐξαρκεῖ λουσάμενόν με καὶ τὴν ἐπὶ τοῖς προτέροις λαβόντα συγχώρησιν ἡσυχάζειν; ἤ τινος καὶ ἑτέρου χρεία; 1.39 Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπ έναντι τῶν ὀφθαλμῶν μου. Ἡ μὲν γὰρ διὰ λουτροῦ κάθαρσις τῆς φιλανθρωπίας ἤρτηται τοῦ ∆εσπότου· ἡ δὲ τῆς πονηρίας ἀπόθεσις, ἔργον τῆς ἡμῶν αὐτῶν ἐπιμελείας ἐστίν. Ἵνα δὲ μὴ μόνῃ τῇ ἀπὸ τοῦ λουτροῦ χάριτι ἐπελπίζοντες, ἄπρακτοι μείνωμεν ἀπὸ τῶν Ἐντολῶν, διὰ τοῦτο ἐπισυνάπτει πᾶσαν τοῦ βίου τὴν συναγωγήν· Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν. Οἱονεὶ ἐκριζώσατε ἀπὸ τοῦ ἡγεμονικοῦ τὰς πονηρὰς ἐννοίας, ὡς μήτε λόγον, μήτε τι ἔργον ἀπογεννᾶ σθαι τῶν μοχθηρῶν. Ἀπέναντι τῶν ὀφθαλμῶν μου. Ἐπειδὴ πολλὰ τῶν κατὰ τὸν σπουδαῖον βίον παρὰ τῶν ἔξω τῆς πίστεως ἐπιτηδεύεται (οἷον ἀποχὴ τῶν ἐν συνουσίαις καὶ βρωμάτων ἡδοναῖς καὶ τὸ ἐν ἤθει εὐσταθὲς καὶ ἀτάραχον) οὐκ ἠρκέσθη τῷ εἰπεῖν· Ἀφέλετε τὰς πονηρίας, ἀλλὰ προσ έθηκε τὸ Ἀπέναντι τῶν ὀφθαλμῶν μου, ὡς οὐδεμιᾶς πρά ξεως καθηκόντως ἐπιτελεῖσθαι δυναμένης, εἰ μὴ μετὰ τῆς εἰς Χριστὸν εὐσεβείας γένοιτο. Ἢ ἐπειδὴ ὁ Πατὴρ βλέπει ἐν τῷ κρυπτῷ, Ἀπέναντι τῶν ὀφθαλμῶν μου, ἀπὸ τῶν τό πων λέγει, τῶν ὑπὸ Θεοῦ βλεπομένων· ἵνα μὴ μόνον ἀπὸ τῶν πράξεων αὐτὴν περιέλωμεν, ἀλλὰ καὶ ἀπὸ τῶν δια λογισμῶν. Τοῦτο δὲ διὰ τῆς τελείας ἀγάπης περιγίνεται· διότι Ἡ ἀγάπη (κατὰ τὸν Παῦλον) οὐ λογίζεται τὸ κακόν. 1.40 Μάθετε καλὸν ποιεῖν. Οὐ γὰρ σαφὴς ὁ ἠθικὸς λόγος, οὐδὲ πᾶσιν αὐτόθεν ἐκκεί μενος· εἴπερ διδακτόν ἐστι τὸ ποιεῖν τὰ καλά. ∆ικαίως γὰρ (φησὶ) τὸ δίκαιον διώξεις· τουτέστι μετὰ τῶν περὶ δικαιοσύ νης λόγων τὴν δικαίαν πρᾶξιν ἐπιτελέσεις. Ὡς γάρ ἐστί τι ποιῆσαι ἰατρικὸν, ἀλλ' οὐκ ἰατρικῶς, οὕτως ἐστί τι ποιῆσαι δίκαιον, καὶ μὴ δικαίως. Οἷον ἰατρικὸν μὲν, αὐτὴ ἡ τῆς βο τάνης χρῆσις· ἰατρικῶς δὲ, ὁ λόγος καὶ τὴν δύναμιν τῆς βοτά νης καὶ τοῦ πάθους τὴν ἰδιότητα καὶ τὸν καιρὸν καὶ τὸ μέ τρον καὶ τὸν τρόπον τῆς χρήσεως ἐπεσκεμμένος. ∆ιαφέρει δὲ τὸ κατ' ἐπιστήμην τοῦ αὐτομάτου· ὁ μὲν γὰρ κατὰ τὴν τέχνην ποιῶν, ἀεὶ τὰ αὐτὰ ποιήσει, ἕως ἂν ἔχῃ τὸν λόγον· ὁ δὲ αὐτομάτως, οὐκ ἀεὶ συντρέχοντα ἕξει τὰ ὠφελοῦντα· ἀλλ' εἰ σήμερον ἔσωσε, τοῖς αὐτοῖς ποτε καὶ διέφθειρεν. Οὕτω καὶ ἡ τοῦ καλοῦ πραγματεία κατ' ἐπιστήμην ἐνεργουμένη, ὁμαλῶς ἀποδίδοται, ἕως ἂν ἐνοικῶν ὁ λόγος οὗτος ἑκάστῳ τῶν γιγνομένων ἐπιστατῇ. ∆είκνυσι δὲ ἐν ἄλ λοις τὸ ἀναγκαῖον τῆς τῶν ποιητέων μαθήσεως, εἰπών· Πᾶς, ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει. ∆αβὶδ δὲ καὶ τὸν φόβον τὸν θεῖον ἐν τοῖς διδακ τοῖς τίθεται, λέγων· ∆εῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. 1.41 Ἐκζητήσατε κρίσιν, ἤτοι τὴν τοῦ Χριστοῦ, καθ' ἣν κρίνων ἡμᾶς, ἀποδίδωσιν ἡμῖν τὰ κατ' ἀξίαν, ἣν ἐὰν μὴ ἐκζητῶμεν, μηδὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἐπιμένειν τῇ ποιήσει τῶν καλῶν οὐ δυνάμεθα. Παιδαγωγὸς γάρ ἐστι πρὸς εὐσέβειαν ἡ ἔννοια τῶν κεκηρυγμένων, ἡμῖν φοβερῶν ἐν τῇ κρίσει. Ἢ ὅτι πάντα