1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

25

αὐτὴν εἰς σωτηρίαν, Χριστῷ), καὶ ταύτην δικαι οῦσθαι χρὴ παρ' ἡμῶν, τὴν κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ δικαιοσύνην μανθάνουσαν. 1.43 Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Πολλαχοῦ τῆς Γραφῆς τοιαύτας ἔχομεν λέξεις, ὡς ὁμοτίμως τοῦ Θεοῦ τοῖς ἀνθρώποις εἰς κρίσιν συγκαταβαίνοντος. Τοιοῦ τον γάρ ἐστι καὶ τὸ Αὐτὸς ὁ Κύριος ἥξει εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ αὐτοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· καὶ τὸ ἐν τῷ Μιχαίᾳ, οὕτως ἔχον· Ἀκούσατε δὴ λόγον Κυ ρίου. Κύριος εἶπεν· Ἀνάστηθι, κρίθητι πρὸς τὰ ὄρη, ὅτι κρί σις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ καὶ μετὰ τοῦ λαοῦ αὐτοῦ διαλεχθήσεται. Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνώχλησά σοι; Ἀποκρίθητί μοι. Καὶ πρέπον γέ ἐστι τὴν θείαν κρίσιν μὴ τυραννικὴν εἶναι, ἀλλὰ κοινωνικὴν μᾶλλον τῶν ἐν ἀνθρώποις δικαστῶν, τόπον ἀπολογίας τοῖς δικαζο μένοις παρεχομένην, ἵνα βλέπων τις τὴν δίκην σαφηνιζο μένην αὐτῷ καὶ ἐπὶ τῇ κολάσει, συνευδοκῇ τοῖς ἀναντιῤῥήτοις κρίμασι τοῦ Θεοῦ, ὡς κατὰ πᾶσαν δικαιοσύνην προσαχθεῖσιν αὐτῷ συντιθέμενος, ἵνα καὶ τὴν ἄφεσιν τῶν συγχωρουμένων θεωρήσῃ, λόγῳ καὶ τάξει περὶ αὐτὸν γιγνομένην. Ταῦτα δὲ προσωποποιεῖ ἡ Γραφὴ, οὐχ ὡς πρὸς ἕκαστον ἡμῶν πεύσεις προσάγειν καὶ ἀποκρίσεις ἐπάγειν μέλλοντος τοῦ κριτοῦ πρὸς τὸν δικαζόμενον· ἀλλ' ἵνα μέριμναν ἡμῖν ἐμ ποιήσῃ καὶ μὴ ἀμελετήτως ἔχωμεν τῆς ἀπολογίας. Εἰκὸς δὲ ὅτι ἀφάτῳ τινὶ δυνάμει ἐν ῥοπῇ καιροῦ πᾶσα ἡ κατὰ τὸν βίον ἡμῶν πραγματεία, οἷον ἔν τινι πίνακι τῷ μνημονευτικῷ τῆς ψυχῆς ἡμῶν ἐντυπωθήσεται. Καὶ οὕτως ἀκουσόμεθα τοῦτο καὶ νῦν· Ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν· ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο. Καὶ αἱ ἐν τῷ ∆ανιὴλ δὲ βίβλοι φερό μεναι, τί ἄλλο δηλοῦσιν, ἢ τὸ ἀνακινεῖσθαι Κύριον ἐν τῷ μνημονευτικῷ τῶν ἀνθρώπων τοὺς περὶ τῶν πεπραγμένων τύπους, εἰς τὸ μνημονεύειν ἕκαστον τῶν ἰδίων, ἵνα βλέπω μεν δι' ἃ κολαζόμεθα; 1.44 Μετὰ οὖν τὸ λούσασθαι καὶ ἀποκαθαρθῆναι τοῦ ἐκ τῶν ἁμαρτιῶν ῥύπου καὶ ἀφελεῖν τὰς πονηρίας ἀπὸ τῆς ψυ χῆς ἀπέναντι τῶν ὀφθαλμῶν τοῦ Θεοῦ καὶ παύσασθαι ἀπὸ τῶν πονηριῶν καὶ τὴν ἐπιστήμην τῶν καλῶν ἔργων ἀναλα βεῖν, καὶ ἐκζητῆσαι κρίσιν, καὶ ῥύσασθαι ἀδικούμενον, καὶ κρίνειν ὀρφανῷ καὶ δικαιῶσαι τὴν χήραν, τότε ἐπὶ τὸ διε λεγχθῆναι καλεῖται, ἐπαγγελίαν λαμβάνων, ἢ ὡς χιὼν, ἢ ὡς ἔριον λευκανθήσεσθαι. Οὕτως αὐτὸ καθ' ἑαυτὸ τὸ λουτρὸν οὐκ ἐξαρκεῖ πρὸς τὴν χιόνος ἢ ἐρίου λευκότητα τὸν λουσά μενον ἀγαγεῖν, ἀλλὰ καὶ πράξεων χρεία καὶ ἐπιμελείας οὐ τῆς τυχούσης. Ὥστε τὸ μὲν λουτρὸν καθαρότητός ἐστι τῆς ἀπὸ ῥύπου ποιητικόν· ἡ δὲ κρίσις τοῦ ὀρφανοῦ καὶ ἡ δι καίωσις τῆς χήρας, καὶ τὴν ἴσα χιόνι ἢ ἐρίῳ λευκότητα προξενεῖ. ∆ύναται γὰρ καὶ φοινικοῦν τι ὑπάρχον καθαρὸν μὲν εἶναι, μὴ μὴν λευκασμοῦ ἠξιῶσθαι. Ἐπειδὴ δὲ τὸ μὲν φοινικοῦ ὑδαρῶς πεφοίνικται, τὸ δὲ κόκκινον βαθύτερόν ἐστι καὶ κατακόρως ἐρυθρόν, τὸ μὲν πρὸς χιόνα, τὸ δὲ πρὸς ἔριον λευκὸν τὴν ἀναλογίαν ἔχειν ἐκρίθη. Ἐρυθρᾷ μὲν οὖν χρόᾳ παρεικάζονται αἱ ἁμαρτίαι ἡμῶν, διὰ τὸ φονικαὶ εἶναι τῶν ψυχῶν. Καὶ ὥσπερ ἐν τοῖς βάμμασι τὸ μὲν πολλάκις καὶ φιλοπόνως καταβαφὲν, μονιμωτέραν πως καὶ ἀνέκπλυτον τὴν βαφὴν καταδέχεται, τὸ δὲ ἐπιπολαίως καὶ ἐκ τοῦ πα ρατυχόντος ἐπιχρωσθὲν, εὐκίνητον ἔχει καὶ εὐαπόπλυτον τὴν βαφήν, οὕτω καὶ ψυχὴ ποιωθεῖσα ὑπὸ τῆς ἁμαρτίας καὶ ἐν ἕξει τοῦ κακοῦ γενομένη, δυσέκνιπτον καὶ οἱονεὶ ἐγκεκαυ μένον τὸν ἐκ τῶν ἁμαρτημάτων ἀνεμάξατο σπῖλον. Ἐπ' ἔλατ τον δὲ, καὶ οἱονεὶ ἐπιπολαιότερον προσδιατρίψασα τῷ κακῷ, ὑδαρέστερον ἐχρώσθη καὶ κατεσπιλώθη τῷ ἁμαρτήματι, κατὰ τὴν τῶν ἁμαρτημάτων ἀναλογίαν ἐπὶ πλέον, ἢ ἐπ' ἔλαττον τῆς χρόας ἐπελθούσης. ∆ιὰ τί δὲ τῶν λευκῶν χιὼν καὶ ἔριον εἰς τὴν εἰ κόνα παρελήφθη; Ὅτι φυσικῶς λευκὸν ὑπάρχον τὸ ἔριον, ἑαυτοῦ ἐξ ἐπιμελείας λευκότερον γίνεται. Καὶ