26
ἀνθρώπου τοίνυν ὁ βίος τὰς φυσικὰς ἀφορμὰς ἐξ ἀσκήσεως τελει ῶν, ἐπὶ πολὺ προελθεῖν τῆς ἀρετῆς δύναται. Καὶ ἡ χιὼν τοίνυν, ὕδωρ οὖσα τῷ ὑποκειμένῳ, τῇ τοῦ ἀέρος προσθήκῃ λευκὴ γίνεται, ὅταν ἐκ τῆς τοῦ πνεύματος βίας τὸ ἐν ταῖς νεφέλαις ὑγρὸν ἀνακοπτόμενον ὑπὸ μὲν τῆς σφοδρᾶς κι νήσεως εἰς ἀφρὸν ἐξοιδαίνει, ὑπὸ δὲ τῆς ἐν τῷ ἀέρι ψύξεως συμπηγνύμενον, σύστασιν λαβόν τινα καὶ βάρος, τῇ φυσικῇ ῥοπῇ φέρεται πρὸς τὸ κάτω. Οὕτω καὶ ψυχὴ, τὰς φυσικὰς ἀφορμὰς οἰκείᾳ τε ἀσκήσει καὶ τῇ βοηθείᾳ τοῦ Πνεύματος συναυξήσασα, ἀξία γίνεται ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει τῆς χάριτι τοῦ Θεοῦ, δεδομένης λαμπρότητος τοῖς ἁγίοις. 1.45 Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ αὐτεξούσιον ἐντεῦθεν παριστῶν μάλιστα τῆς τῶν ἀνθρώ πων φύσεως. Πᾶσι γὰρ τοῖς προκειμένοις ἡγούμεθα τὴν ἐπα γωγὴν ταύτην ἁρμόζειν. Ἐὰν γὰρ ἀποστῆτε (φησὶ) τῆς κατὰ τὸ ἀποκτεῖνον γράμμα λατρείας, ἐὰν λούσηθε καὶ καθαροὶ γε νόμενοι, πρὸς τὸ ἐφεξῆς ἀποδῶτε τὴν ἐκτεθεῖσαν ὑμῖν πολιτε ίαν ἥξετε εἰς κρίσιν, ἐν τοσῇδε ἢ τοσῇδε περισσείᾳ γενήσεσθε καὶ τῆς ἐν ἐπαγγελίᾳ τρυφῆς ἀπολαύσετε, τῆς κολαστικῆς καὶ φθαρτικῆς μαχαίρας κατάβρωμα οὐκ ἔσεσθε. Τοῖς μὲν τα πεινῶς ἀκούουσι γήϊναι ἐπαγγελίαι τῆς ὑπακοῆς μισθὸς δίδο ται· τοῖς δὲ πνευματικῶς τοῦ βουλήματος τῆς Γραφῆς ἐπακού ουσι γῆς ἀγαθὰ τῆς πνευματικῆς λέγεται, ἣν οἱ μακαριζόμε νοι πραεῖς κληρονομήσειν λέγονται. Ὁμοίως καὶ μάχαιρα ἔμ ψυχος νοεῖται, περὶ ἧς εἴρηται, ὅτι ἐμεθύσθη ἀπὸ αἵματος τραυματιῶν· καὶ, ἐν τῷ οὐρανῷ φάγεται κρέα. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐνεργῆσαν ταῦτα γραφῆναι, στόμα νῦν εἴρηται, παρὰ τὸ καὶ ἐκ στόματος τοῦ Θεοῦ λέγεσθαι προεληλυθέναι. Ὥστε σε μὴ καταφρονητικῶς ἀκοῦσαι τῶν ἀπειλῶν, τὸ ἀψευδὲς στόμα ἐπεμαρτύρατο ἡμῖν ὁ λόγος τοῦ Κυρίου, τὸ ταῦτα λαλῆσαν. Τίς δὲ οὕτω ταπεινὸς καὶ σάρκινος τὴν διάνοιαν, ὥστε τὰ εἰς ἀντίδοσιν τῆς εὐπειθείας παρὰ τοῦ ἀγαθοῦ Θεοῦ τεταμιευμένα τοῖς ἀνθρώποις, βρώματα εἶναι νομίζειν, καρποὺς τῆς γῆς εἰς φθορὰν δεδομένους τῇ ἀποχρήσει; Ἀλλὰ δηλονότι, κατὰ τὴν παραβολὴν τοῦ Εὐαγγελίου, τὸ ἐν τῇ καλῇ γῇ σπέρμα καρδία ἐστὶ καλὴ καὶ ἀγαθὴ, ἀκούουσα τοῦ λόγου, καὶ κατέχουσα καὶ καρποφοροῦσα ἐν ὑπομονῇ. Ἄξιον οὖν ἐπαγγελίας Θεοῦ, ἡ τῶν ἡδίστων καρπῶν τῆς καρδίας ἀπόλαυσις. Καρποὶ δὲ καρδίας, τὸ ἐν θεωρίᾳ τοῦ θείου κάλ λους τερπνόν. Οὗτοι δὲ οἱ καρποὶ ἐκ τῆς εἰς τὸ πνεῦμα σπορᾶς γεωργοῦνται, θεριζόμενοι εἰς ζωὴν αἰώνιον, ὧν ὁ συνάγων ἐν ἀγαλλιάσει τὰ δράγματα, κατατρυφᾷ τοῦ Κυρίου, λαμβάνων παρ' αὐτοῦ τὰ αἰτήματα. Πρότερον μέντοι θελῆσαι δεῖ, καὶ τότε εἰσακοῦσαι, ἵνα τὸ ἐφ' ἡμῖν ἀκατανάγκαστον ᾖ. Καὶ πάλιν· Ἐὰν μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου. Ἐκ τοῦ μὴ θελῆσαι, τὸ μὴ εἰσακοῦσαι. Οὕτω πᾶσα μακαριό της, καὶ ἡ ἐν κολάσει ἐν τοῖς ἐπιπόνοις διαγωγὴ ἐκ τοῦ ἐφ' ἡμῖν ἤρτηται. 1.46 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρί σεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Θαυμαστικὴ ἡ ἐπαπόρησις, πολὺ τὸ ἐκπληκτικὸν ἐμφαί νουσα ἐπὶ τῷ παραδόξῳ, περὶ τοῦ τίνα τρόπον ἡ πιστὴ πόλις καὶ πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐπανεπαύσατο, αὕτη ἐγένετο πόρνη καὶ φονευτῶν οἰκητήριον. Πῶς γὰρ οὐ θαύματος ἄξιον λυπηροῦ, πόλιν ὅλην ἀπὸ τῆς ἐν πίστει καθαρότητος εἰς τὴν ἐκ πορνείας ἀκαθαρσίαν μεταπεσεῖν, ὅπου γε καὶ μίαν ψυχὴν ἀπὸ τοῦ παγίως πιστεύειν εἰς τὴν ἐξ ἀπιστίας πορνείαν περιτραπῆναι, τῶν παραδόξων; Πότε δὲ ταῦτα κατηγορεῖται, ἢ ὅτε πονηρὰ γενεὰ καὶ μοιχαλὶς γενομένη, τὴν διακύψασαν ἐξ οὐρανοῦ καὶ ἀναπαυσαμένην ἐν αὐτῇ δικαιοσύνην ἐφόνευσαν, τὸν Χριστὸν καὶ Κύριον ἡμῶν; Ὃ καὶ ἐπιτείνει τὸ θαῦμα, καὶ μεῖζον ποιεῖ τὸ πα ράδοξον, εἰ ὅτε ἡ δικαιοσύνη παρῆν, ὑπερπλεόνασεν ἡ ἀδικία. Καὶ ταῦτα ἐποίει, τοὺς ὑγιεῖς περὶ κρίσεως λόγους οὐκ ἀγνοοῦσα. Τοῦτο γάρ ἐστι τὸ Πλήρης κρίσεως. Σημειωτέον δὲ, ὅτι μήτηρ ἐστὶ