1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

28

ποτ' ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸ ἀγό μενον εἶναι. Ἐπειδὴ οὖν ποτε τῆς πιστῆς πόλεως οἱ ἄρχον τες ἦσαν ἀπειθοῦντες, συνεξομοιωθεῖσα αὐτοῖς καὶ ἡ πόλις, ἀποθεμένη τὸ εἶναι πιστὴ, μετέπεσεν εἰς πορνείαν. Μὴ γε νώμεθα καὶ ἡμεῖς ἀπειθεῖς, καὶ ἀπιστία ἡμῶν οὐ κυριεύσει. Οἱ ἄρχοντες ὑμῶν ἀπειθοῦσι. ∆ηλονότι Θεῷ ἀπειθοῦσιν, ἐκκλίνοντες ἀπ' αὐτοῦ, καὶ τοῖς διατεταγμένοις ὑπ' αὐτοῦ μὴ ἐμμένοντες. Ἐν δὲ τοῖς προστάγμασιν ἦν τὰς χεῖρας ἀποσείεσθαι ἀπὸ δώρων, μὴ συντρέχειν τοῖς κλέπτουσιν· οἱ δὲ ὑπὸ φιλαργυρίας, αἰσχροῦ κέρδους χάριν, κοινωνοὶ κλεπτῶν ἐγένοντο. 1.50 Οὐ πάντως κλέπτας νοητέον τοὺς βαλαντιοτόμους τούτους, ἢ ἐν τοῖς λουτροῖς λωποδυτοῦντας· ἀλλὰ κἄν τινες, στρατοπέδων ἡγεμονίαν πιστευθέντες, ἢ πόλεων καὶ ἐθνῶν ἀρχὰς παραλαμβάνοντες, τὰ μὲν λάθρᾳ ὑφαιρῶνται, τὰ δὲ δημοσίᾳ βιάζωνται. Λαμβάνων δὲ παρὰ τῶν τοιούτων ὁ νομιζόμενος ἄρχων τῆς Ἐκκλησίας, ἤτοι εἰς ἰδίαν αὐτοῦ ἀπόλαυσιν, ἐπὶ προφάσει τῆς ἐπιβαλλούσης αὐτῷ τιμῆς διὰ τῆς προστασίας, ἢ ἐπὶ λόγῳ τῆς τῶν πτωχευόντων ἐν τῇ Ἐκκλησίᾳ οἰκονομίας, κοινωνός ἐστι κλοπῆς· ἀντὶ τοῦ ἐλέγχειν καὶ νουθετεῖν καὶ ἀφιστᾶν τῆς ἀδικίας τοὺς κλέπ τοντας, ῥᾳδίως ὑπέχων τὴν χεῖρα τῷ λήμματι καὶ μακαρί ζων αὐτόν, δέον μειζόνως αὐτὸν μισεῖν, ὅσῳ μείζονα κλέπτει. Ὁ δὲ ἐπαινοίη αὐτὸν δορυφορῶν καὶ παραπέμπων καὶ περὶ τὰς θύρας στρεφόμενος καὶ τῶν χειρῶν ἁπτόμενος, αἷς πάντα ὁμοίως ἰδίᾳ καὶ δημοσίᾳ διεκλάπη. Τῷ ὄντι, ταῦτα ποιοῦντες, κοινωνοὶ κλεπτῶν ὀνομαζόμεθα. ∆έον καταπα τεῖν ἡμᾶς τὴν ἀνωμαλίαν τοῦ κόσμου παντὸς καὶ τῶν ἐν αὐτῷ φαντασιῶν. Ὅταν ἴδωμεν ἐν τοῖς δικαστηρίοις τοὺς μικροὺς κλέπτας ὑπὸ τῶν μεγάλων κολαζομένους, καὶ τοὺς μὲν οἰκέτας μισοῦμεν, διὰ ταῦτα, τούτους δὲ θαυμάζομεν. Τοὺς μὲν γὰρ, ὅτι κλέπται εἰσὶν, ἐκτρεπόμεθα· τοὺς δὲ, ὅτι πλουτοῦσιν ἐκ τῆς κλοπῆς, ἐκπλησσόμεθα. Τί ἄλλο κατηγοροῦνται οἱ ἄρχοντες; 1.51 Ἀγαπῶντες δῶρα. Πάνυ ἀκριβῶς εἴρηται τὸ Οἱ ἀγαπῶντες δῶρα, οὐχὶ λαμβά νοντες δῶρα. Οὕτω γὰρ ἂν καὶ τὰ καθηκόντως ἐν ταῖς τοῦ βίου κοινωνίαις διδόμενα διεβέβλητο· ἀλλ' Ἀγαπῶντες δῶρα, του τέστι προστετηκότες τῇ ἐπιθυμίᾳ τῇ τοῦ λαμβάνειν. Κατηγο ρία δὲ τῶν ἀρχόντων, περὶ τὰ φθαρτὰ καὶ τὰ γήϊνα τὴν ἱερὰν ἀγάπην ἐκκεχυμένην ἔχειν. Κύριον γὰρ τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει καὶ ἀγα πᾷν καὶ τὸν πλησίον καὶ ἀγαπᾷν καὶ τοὺς ἐχθροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα τοῦ ἐν οὐρανοῖς Πατρὸς, τοῦ τὸν ἥλιον ἑαυτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγα θούς. Εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν, οὐ συγκεχώρηται. Εἰ δὲ πονηρόν ἐστι καὶ ὁτιοῦν ἀγαπᾷν παρὰ τὰ εἰρημένα, ὁ ἀγαπῶν ἀργύριον οὕτως, ὡς ἀγαπᾷν ὤφειλε Κύριον τὸν Θεὸν, ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, ὁ τοιοῦτος ἀντὶ τοῦ δουλεύειν τῷ Κυρίῳ, δουλεύει τῷ Μαμ μωνᾷ, τὸ τῷ Θεῷ ὀφειλόμενον τῆς ἀγάπης μέτρον ἐπὶ τὸ ἀργύριον μεταθείς. ∆ιὰ τοῦτο γίνεται ἡ πλεονεξία εἰδωλολα τρεία, ἐπειδὰν τὰ Κυρίῳ τῷ Θεῷ προσφερόμενα δῶρα ἐπὶ τὰ γήϊνα μετενέγκῃ. Προστετάγμεθα οὖν μὴ ἀγαπᾷν τὰ δῶρα, ὥστε τού των ἕνεκα πολλὰ τῶν ἀπηγορευμένων συγχωρεῖν τοῖς προσιοῦσι. Καθόλου δὲ, οὐδὲ τὰ τοιαῦτα δῶρα ἀγαπᾷν ἡμῖν ὁ λόγος δίδωσιν, οὐδὲ ἐμπαθῶς διακεῖσθαι περὶ αὐτά, ἀλλ' ὡς ἀναγκαίαν αὐτῶν τὴν λειτουργίαν ὑποδεχόμενοι. Ἀμήχανον γὰρ τὸ Ἐξ ὅλης καρδίας, μερισμόν τινα εἰς ἕτερον ἐπιδέξασθαι. Ὥσπερ γὰρ ἐν ἀγγείῳ πεπληρωμένῳ τινὸς ὑγροῦ, ὅσον ἂν ἐκρυῇ πρὸς τὰ ἔξω, τοσοῦτον ἀνάγκη τῆς πληρώσεως ἀποδεῖν, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· ὅσον ἂν αὐτῇ κενωθῇ τῆς ἀγάπης, ἐφ' ἃ μὴ προσῆκε, τοσοῦτον ἐν δεῖν ἀνάγκη πρὸς τὸν Θεόν. Ὁ δὲ ἅπαξ ὁρμήσας ἀγαπᾷν ἀργύριον, πᾶσαν ἐκεῖ μετακενοῖ τὴν ἀγάπην. Ὁ γὰρ ἀγα πῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου. 1.52 ∆ιώκοντες ἀνταπόδομα. Μέγιστον κατηγόρημα ἄρχοντος, πρόχειρον εἶναι πρὸς ἄμυ ναν καὶ παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν