1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

29

ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυ πῆσαι τὸν βλάψαντα;, μὴ μιμούμενος τὴν πραότητα τοῦ ∆α βὶδ, λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· μήτε δὲ τοῦ Ἱερεμίου, μεμνημένος ὅτι Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθήσεται καταμόνας, καὶ σιω πήσεται, ὅτι ἦρεν ἐφ' ἑαυτῷ. ∆ώσει τῷ παίοντι αὐτὸν σια γόνα, χορτασθήσεται ὀνειδισμῶν. Τί δὲ δεῖ λέγειν περὶ τῶν τοῦ Κυρίου διδαγμάτων, ὅπως αὐτῶν καταφρονοῦσιν οἱ διώ κοντες ἀνταπόδομα; τοῦ Κυρίου λέγοντος· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Παντὶ μὲν οὖν κατηγόρημα τὸ διώκειν ἀνταπόδομα, μάλι στα δὲ ὅταν ἀπὸ τῆς ἀρχοντικῆς ἐξουσίας τοῦτο ποιῇ τις, δέον ἔργῳ διδάσκαλον τῶν ἀπὸ τῆς ὑπομονῆς καλῶν γίνεσθαι τῷ λαῷ. Οἷον γὰρ θέαμα, πῶς σεμνὸν καὶ θαυμάσιον καὶ μικροῦ τὴν φύσιν τὴν ἀνθρωπίνην ἐκβαῖνον, πολλὰ λοιδο ρηθέντα καί που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης καὶ ἄλλα μυρία παθόντα καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτι μίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν· ἀλλὰ πράως καὶ ἀοργήτως ἀναστάντα, προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ· ὥστε καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχωρηθῆναι, καὶ πρὸς τὸ ἑξῆς τῆς πρεπούσης παρὰ Θεοῦ ἐπιμελείας ἀξιωθῆναι, ὥστε ἀσελγαίνοντα παύ σασθαι. Νῦν δὲ ἡμεῖς οἱ ἄρχοντες, μετὰ τῶν ἄλλων κακῶν, καὶ τοῦτο μάλιστα ἁμαρτάνομεν, διώκοντες ἀνταπόδομα, οὐδὲ καὶ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόντες, ἀλλὰ μεθ' ὑπερβολῆς ἀμυνό μενοι, οὐκ ἐὰν ὑβρισθῶμεν μόνον, ἀλλ' ἐὰν μὴ καὶ τιμηθῶμεν, παροξυνόμενοι, ἐχθροὺς ἡγούμενοι καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους ἑαυτοὺς ὑπειλήφαμεν. 1.53 Ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ έχοντες. Τὰ λοιπὰ εἴρηται καὶ ἐν τοῖς κατόπιν, τὰ περὶ ὀρ φανῶν καὶ χήρας· ἐνταῦθα δὲ ἐπίστησον τῷ Οὐ προσ έχοντες πόσην ἐμφαίνει ἀλαζονείαν τοῦ ἄρχοντος, ὅπως αὐτὸν καὶ τοῦ κριτοῦ τῆς ἀδικίας ἀγριώτερον δείκνυσιν· εἴγε ὁ μὲν μετὰ πολλὰς ἐντεύξεις, εἰ καὶ ἄλλως ἀσυμπαθὴς ἦν, ἀλλὰ διὰ τὸ φιλόπονον τῆς χήρας, προσέσχε τῇ κρίσει, τὸ ἐπὶ πλεῖον ὑπὸ αὐτῆς κοποῦσθαι περιιστάμενος. Περὶ δὲ τούτων εἴρηται ὡς, καθόλου, κρίσει χήρας προσέχειν μὴ καταδεχομένων. 1.54 ∆ιὰ τοῦτο τάδε λέγει ὁ ∆εσπότης Κύριος Σαβαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ. Ἰδίωμα τῆς Γραφῆς, οὕτω σχηματίζειν τὴν λέξιν· Ἀντὶ τοῦ τοῖς ἰσχύουσιν, Οὐαὶ οἱ ἰσχύοντες, εἶπε τὴν ἐπὶ δυσ υπομονήτοις πόνοις ἐκπεμπομένην φωνὴν ταύτην ἁρμόζειν λέγον τοῖς μικρὸν ὕστερον ἐν βασάνῳ δυσφορωτάτῃ γενησομέ νοις, τοῖς ἰσχύουσι τοῦ Ἰσραήλ. Καὶ τοῦτο οὐ στοχαστικῶς εἴ ρηται παρὰ τοῦ Προφήτου, ἀλλὰ κατὰ ἀπόφασιν, τὴν ἀπὸ τοῦ ἀψευδοῦς στόματος προελθοῦσαν. Τοὺς ἰσχύοντας δὲ τοὺς αὐ τοὺς νοητέον τοῖς ἄρχουσιν, οἳ, πρὸς τῷ ἀπειθεῖν τῷ Θεῷ, καὶ ἀγαπῶσι δῶρα καὶ διώκουσιν ἀνταπόδομα καὶ τὰ λοιπὰ, ἃ κατηγοροῦνται. Οὐαὶ τοῖς ἰσχύουσι καὶ ἀπειθοῦσι. Τοῖς γὰρ ἀσθενεστέροις τάχα συγγνώμη· Ὁ γὰρ ἐλάχιστος συγγνω στός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Καὶ Ὧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν. ∆ιὰ τοῦτο καὶ τοῖς πλουσίοις οὐαὶ, ὅτι ἰσχύοντες εἰς τὸ παρα μυθεῖσθαι τοὺς πένητας, οὐ κέχρηνται τῇ δυνάμει τοῦ πλού του, εἰς ἃ εἰλήφασι. Καὶ εἴ τις ἑτέρου τὴν διάνοιαν ἐντρε χέστερος, μὴ ἀποχρῆται τῇ ἰσχύϊ τῆς φύσεως πρὸς τὴν τῶν θείων ἔρευναν, καὶ τούτῳ οὐαὶ, ὅταν ἀπαιτῆται κατὰ τὴν ἀναλογίαν τῶν δεδομένων τὸ ἔργον. Καὶ εἴ τινες δὲ προστα σίας ἐκκλησιαστικῆς ἐπειλημμένοι, μὴ κοσμοῦσι τὸ ἔργον τῇ πρεπούσῃ τῷ ἐπαγγέλματι πολιτείᾳ, καὶ τούτοις οὐαί. Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις. Ὑπε ναντίοι Θεῷ, οἱ ἀντιβαίνοντες αὐτοῦ τοῖς Προστάγμασιν· οἵτινες ἐφ' ὅσον εἰσὶν ὑπεναντίοι, οὐ παύσεται ὁ λεγόμενος θυμὸς τοῦ Θεοῦ κατ' αὐτῶν. Ἐπιμένοντες μὲν γὰρ ταῖς πονηρίαις, ἐξάπτομεν ἐφ' ἑαυτοὺς τὸν θυμὸν τοῦ Θεοῦ, οἷον πυρὶ ὕλην τὰς ἁμαρτίας ἡμῶν