1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

34

2.t ΚΕΦΑΛΑΙΟΝ βʹ

2.65 Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμῶς, περὶτῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μετὰ τὴν περιγραφὴν τῆς προτέρας ὁράσεως, ἐγένετο οὗτος ὁ λόγος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμῶς. ∆ιὰ τί δὲ ἐκεῖ μὲν Ὅρασις, ἐνταῦθα δὲ Λόγος; Ὅτι ἡ μὲν παρὰ τοῦ Θεοῦ δύναμις κατὰ τὴν τοῦ Πνεύματος χάριν τοῖς Ἁγίοις αὐτοῦ διδομένη μία. (Γνῶσις γάρ ἐστι τῶν ἀγνοουμένων, δι' ἀποκαλύψεως καὶ φωτισμοῦ ταῖς καρδίαις τῶν Ἁγίων ἐγγινομένη)· κατὰ δὲ τὴν τῶν πραγμάτων διαφορὰν περὶ ἃ ἡ γνῶσις, ἢ ὅρασις, ἢ λόγος τὸ ἀποκαλυπτόμενον λέγεται. Ἐκεῖ μὲν γὰρ τὰ παρόντα ἐδείκνυτο· ἡ κακία τοῦ λαοῦ, ἡ ἀλλοτρίωσις ἀπὸ Θεοῦ, τὸ περὶ τὸν εὐεργέτην ἀχάριστον· ἐνταῦθα δὲ τὸ μέλλον προαγο ρεύεται. ∆ιὰ τοῦτο Λόγος. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις. Οὔτε μέντοι ἐκεῖ δι' ὀφθαλμῶν ἡ ὅρασις, οὔτε ἐν ταῦθα δι' ὤτων ἡ γνῶσις· ἀλλὰ φωτισμός ἐστιν ἐν καρδίᾳ παρὰ τοῦ Πνεύματος, ἢ τὰ παρόντα δεικνύντος, ἢ προαναφω νοῦντος τὸ μέλλον. Πάλιν μέντοι καὶ ἐνταῦθα περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μέλλει μὲν γάρ τι καὶ περὶ τῶν ἄλλων διηγεῖσθαι ἐθνῶν· οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· ἀλλὰ προηγουμένως καὶ ἐν τῇ πρώτῃ τάξει τῆς μερίδος ἑαυ τοῦ μέμνηται. Ζητήσεις δὲ, εἰ μὴ κατά τινα νοῦν βασάνου δεόμενον, πῆ μὲν πρόσκειται τῷ λόγῳ τὸ τοῦ Κυρίου, πῆ δὲ ἄνευ τῆς προσθήκης τῆς τοῦ Κυρίου· οἷον Λόγος Κυρίου, ὃς ἐγε νήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρεί· καὶ ἐνταῦθα· Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν. Καὶ περὶ τῆς ὁράσεως, παρὰ μὲν τῷ Ἰεζεκιήλ· Ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὅρασιν Θεοῦ· παρὰ δὲ τῷ Ἡσαΐᾳ· Ὅρασις ἣν εἶδεν Ἡσαΐας. Καιπαρὰ τῷ Ἱερεμίᾳ· Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν.Ὅτι ἐπειδὴ λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι καὶ πάντη ἀποστα τήσαντι τοῦ Θεοῦ διελέγοντο, ἀπεσιώπων τὸ ὄνομα Κυρίου, οἰκονομοῦντες τὸ παραδεχθῆναι αὐτῶν τοὺς λόγους. ∆ιὰ γὰρ τὸ οἴεσθαι μὴ μέλειν τῷ Θεῷ περὶ τῶν ἀνθρωπίνων, ἐμυκ τήριζον τοὺς ὡς ἐκ προσώπου τοῦ Κυρίου διαλεγομένους αὐτοῖς, ὡς δηλοῖ Ἱερεμίας λέγων· Ὅλην τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος. 2.66 Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. Ἔσχαται ἡμέραι αἱ προσεγγίζουσαι τῇ συντελείᾳ τοῦ χρό νου τούτου λέγονται. Συναπαρτίζεται γὰρ τῷ φθαρτῷ τούτῳ κόσμῳ καὶ ἡ τοῦ χρόνου φύσις τοῦ παραῤῥέοντος. Οἰκείως γὰρ ἔχει καὶ συγγενῶς τοῖς βλεπομένοις· συναπερχόμενος μὲν τοῖς φθειρομένοις, συνυφιστάμενος δὲ τοῖς γινομένοις, συμπροσδοκώμενος δὲ καὶ συνελπιζόμενος τοῖς ἔτι μέλλου σιν. Ἐπεὶ οὖν ἡμέραι καὶ νύκτες, καὶ μῆνες καὶ ἐνιαυτοὶ, τὰ χρονικὰ διαστήματα, ἀπὸ ἡλίου καὶ σελήνης καὶ τῆς φορᾶς τοῦ στερεώματος τὴν γένεσιν ἔχουσιν, ἀνάγκη τῇ τούτων φθορᾷ καὶ τοῦ χρόνου τὸ τέλος ἕπεσθαι. Πρὸς οὖν τῇ συντελείᾳ τοῦ κόσμου τούτου, ἐμφανὲς τὸ ὄρος τοῦ Κυ ρίου ἔσται, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. Καὶ ὁ μὴ μόνῃ τῇ λέξει δουλεύων καὶ ψιλῷ τῷ γράμματι πα ριστάμενος, ἀναγκασθήσεται μὴ ἐναπομένειν τοῖς αἰσθητοῖς. Πῶς γὰρ τότε ἐμφανήσεται τὸ ὄρος Κυρίου; πῶς δὲ ἐπ' ἄκ ρων τῶν ὀρέων ὁ οἶκος γενήσεται τοῦ Θεοῦ; Οὔτε γὰρ ἄλ λου ὄρους γένεσιν, οὔτε δευτέρου οἴκου κατασκευὴν ἐπ' ἄλ λων κορυφῶν ἐσομένην ὁ σάρκινος Ἰσραὴλ ἀναμένει. Τὸ δὲ Σιὼν ὄρος καὶ ὁ ναὸς, καὶ κατὰ τοὺς χρόνους τῆς προφη τείας τοῦ Ἡσαΐου ἐφαίνετο. Τί οὖν τὸ λεγόμενον; Οὐχ ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανῆ ταῦτα γενήσεται· ἀλλ' ἐν ταῖς ἐσχάταις ἡμέραις, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, ἡ μεγά λη καὶ ὑψηλὴ περὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων οἰκονομία φανήσεται. Τὸ γὰρ μυστήριον, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, ἐπὶ τῇ συντελείᾳ τῶν χρόνων ἐφανερώθη. Ὄρει δὲ ἡ τοῦ Κυρίου κάθοδος ἐπὶ γῆς παρεικάσθη, διότι τὸ ὄρος γῆ