1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

35

ἐστιν ὑψηλή. Καὶ ἡ σὰρξ δὲ (ἡ τοῦ Κυρίου) γῆ κατὰ τὴν κοινὴν φύσιν ὑπάρχουσα, διὰ τῆς συναφείας τῆς πρὸς Θεὸν, ἀνυψώθη. Καὶ ὁ οἶκος τοῦ Θεοῦ, ἐπ' ἄκρων τῶν ὀρέων, ἡ Ἐκκλη σία ἐστὶ κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Εἰδέναι γάρ φησι, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἧς οἱ θεμέλιοί εἰσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ᾠκοδόμηται γὰρ ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστό λων καὶ Προφητῶν. Ἓν τῶν ὀρέων ἦν καὶ ὁ Πέτρος, ἐφ' ἧς καὶ πέτρας ἐπηγγείλατο ὁ Κύριος οἰκοδομήσειν αὐτοῦ τὴν Ἐκκλησίαν. Τὰ γὰρ ὑψηλὰ καὶ διηρμένα φρονήματα καὶ ὑπερανεστηκότα τῶν γηΐνων, εἰκότως ὄρη προσαγορεύεται. Πέτρα δὲ ὑψηλὴ ἡ ψυχὴ τοῦ μακαρίου Πέτρου ὠνόμασται, διὰ τὸ παγίως ἐνεῤῥιζῶσθαι τῇ πίστει, καὶ στεῤῥῶς καὶ ἀνεν δότως ἔχειν πρὸς τὰς ἐκ πειρασμῶν ἐπαγομένας πληγάς. Πάντες οὖν οἱ χωροῦντες τὴν τῆς θεότητος γνῶσιν διὰ τὸ μέγεθος τοῦ νοῦ καὶ τῶν ἀπὸ τοῦ νοῦ πράξεων, τετελειω μένοι τῷ ὑγιεῖ βίῳ, τὰ ἄκρα εἰσὶ τῶν ὀρέων, ἐφ' ὧν οἰκοδο μεῖται ὁ τοῦ Θεοῦ οἶκος. 2.67 Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Καὶ οἱ βουνοὶ γήλοφοί τινές εἰσιν, εὐπερίγραπτον ἔχοντες τὴν ἀπὸ γῆς ἐπανάστασιν, τῶν μὲν ταπεινῶν ὑπερέχοντες, τῶν δὲ ὑψηλοτάτων ἀπολειπόμενοι. Ἐπεὶ οὖν ἀσυνείκαστος ἡ κατὰ τὸ ἀνθρώπινον τοῦ Κυρίου ὑπεροχὴ, πρὸς πάντας ὁμοῦ τοὺς ἐν οἵοις δήποτε διαφανέντας κατορθώμασι, διὰ τοῦτο ὑπεράνω τῶν βουνῶν εἶναι τὸ ἐμφανὲς γενησόμενον τοῦ Κυρίου ὄρος, ἐλέχθη. Μείζονος γὰρ δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθό σον μείζονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐτόν. Ὅσον δὲ μείζων τοῦ Ἀβραάμ; Ἀβραὰμ (φησὶν) ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τῆς ἐνανθρωπήσεως· καὶ εἶδε καὶ ἐχάρη. Καὶ Ἀβραὰμ μὲν δεκάτην ἔδωκε τῷ Μελχισεδέχ· Μελχισεδὲχ δὲ τύπος ἦν τοῦ Κυρίου. Ταῦτα, ἵνα τὴν σω ματικὴν ὑπεροχὴν παραστήσωμεν. Μὴ γένοιτο γὰρ ἡμᾶς τὴν θεότητα ἐκ τῆς πρὸς τὰ δοῦλα ὑπεροχῆς δοξάζειν. Ἡ μὲν γὰρ κατὰ τὸ ἀνθρώπινον οἰκονομία, ὑπὲρ τοὺς ἐν ἀνθρώποις δικαίους· ἁμαρτίαν γὰρ οὐκ ἐποίησε μόνος· τῆς δὲ θεότητος ἐπήρθη ἡ μεγαλοπρέπεια ὑπεράνω τῶν οὐρανῶν. Καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη. Προϊὼν ὁ λόγος γυμνοτέραν ἐκφαίνει τὴν προφητείαν, τὴν συνδρομὴν τῶν ἐθνῶν τὴν ἐσομένην ἐπὶ τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ ὑπο φαίνων. Ἥξουσι γὰρ κληθέντα διὰ τοῦ κηρύγματος ἐπὶ τὴν πίστιν πάντα τὰ ἔθνη· Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ εὐαγγελικὸς φθόγγος τῶν Ἀποστόλων. 2.68 Καὶ πορεύσονται (φησὶ) ἔθνη πολλά. Τὴν ἀκρίβειαν τῆς λέξεως μὴ παραδράμῃς ἀβασανίστως. Πῶς ἐν μὲν τῷ Ἥξουσι πάντα εἴρηται, ἐν δὲ τῷ Πορεύσον ται, οὐκέτι πάντα, ἀλλὰ πολλά; Ὅτι τὸ μὲν Ἥξουσιν, ἐπὶ τοῦ πιστεύειν τέτακται· τὸ δὲ πορεύεσθαι, ἐπὶ τοῦ πολιτεύεσθαι. Ἐπεὶ οὖν τὴν μὲν πίστιν ὁμολογοῦμεν πάντες, οὐκέτι δὲ πάντες κατὰ τὰς Ἐντολὰς πολιτευόμεθα, διὰ τοῦτο ἥξουσι μὲν πάντα τὰ ἔθνη, πορεύσονται δὲ πολλά. Ὅτι δὲ τὸ πο ρεύεσθαι ἐπὶ τοῦ βιοῦν κατὰ τὸν νόμον λαμβάνεται· Μακά ριοι (φησὶν) οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυ ρίου. Ἀλλὰ πῶς τοῦ Κυρίου εἰπόντος, ὅτι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες τὴν ὁδὸν, ἡμεῖς λέγομεν ἔθνη πολλὰ πορευθήσε σθαι; Ὅτι πάντα τὰ ἔθνη κατὰ τὸν ἴδιον ἀριθμὸν τῶν ἐθ νῶν εὐαρίθμητα· οἱ δὲ ἐν τοῖς ἔθνεσιν ἄνθρωποι, πολλοί. Ἐνταῦθα οὖν ὁ λόγος φησὶν, ὅτι πολλὰ μὲν ἔθνη κατὰ τὸ Εὐαγγέλιον βιοῦν καταδέχεται, οὐχὶ πάντα, κἂν πάντες ἑαυτοὺς ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ ὀνομάζωσιν. Οὐ μὴν ἐπειδὴ πολλὰ ἀριθμεῖται τὰ ἔθνη, ἤδη καὶ οἱ καθ' ἕνα ἄν θρωποι, ὅσοι τῇ κοινῇ προσηγορίᾳ τοῦ ἔθνους συμπεριλαμ βάνονται, πάντως ἀκολουθοῦσι τῷ ἀριθμῷ. ∆ύναται μὲν γὰρ ἔθνη ἀριθμεῖσθαι, τὸ Καππαδοκῶν καὶ Γαλατῶν καὶ Ἀρμενίων, ἢ Σύρων, ἢ Αἰγυπτίων, ὥστε λέγεσθαι τοσάδε εἶναι ἔθνη τὰ πορευόμενα ἐν τῷ νόμῳ Κυρίου· οὐ μὴν καθ' ἕκαστον ἔθνος τοὺς ἐμπεριεχομένους ἀνθρώπους συμφώ νως τὸν τῆς πολιτείας σκοπὸν καταδέχεσθαι. Ὡς μὲν οὖν πρὸς τὰ ἑβδομήκοντα δύο ἔθνη (ἢ