1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

37

περὶ ποίου νόμου λέγει καὶ ποίου λό γου; Τοῦ διὰ Μωϋσέως δοθέντος νόμου; Ἀλλὰ πῶς οὗτος ἀπὸ Σιὼν, δεικνύτωσαν. Μωϋσῆς γὰρ οὐκ εἰσῆλθεν εἰς τὴν γῆν τῆς κατασχέσεως, τὸ δὲ Σιὼν ἐν τῇ Ἰου δαίᾳ. Ἔσφαλται οὖν κατ' αὐτοὺς ἡ Γραφὴ, ἀντὶ ἄλλου ὀνόματος ἄλλο λέγουσα· ἀντὶ γὰρ τοῦ Σινὰ ἢ τοῦ Χωρὴβ, τὸ Σιὼν εἴρηκεν. Ἀλλὰ περὶ ἁγίου νόμου λέγει. Ποίου; τοῦ πότε δοθέντος; τοῦ ποῦ γεγραμμένου; Καὶ λόγον ἐκ τῆς Ἱερουσαλήμ. Τὸν προφητικὸν λέγει. Ἀλλὰ πανταχοῦ τῆς Ἰουδαίας γεγένηται, οὐκ ἐν τῇ Ἱερουσαλὴμ δὲ μόνον, καὶ κατὰ τὸν Ἰσραήλ· ἀλλὰ καὶ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἐν Νινευῇ, καὶ πολλαχοῦ τῆς γῆς. Ἀγχέσθωσαν οὖν ὑπὸ τῆς ἀληθείας καὶ καταδεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν, ἀπὸ τοῦ σκοπευτηρίου γινομένην, ἀπὸ τῆς Σαρκὸς τῆς θεο φόρου, ἀφ' ἧς ἐπεσκόπει τὰ κατὰ ἀνθρώπους πράγματα. Καὶ λόγος Κυρίου ἀπὸ Ἱερουσαλήμ. Ἐκεῖθεν γὰρ ἀρξάμενον εἰς πάντα τὸν κόσμον ἐπεσπάρη τὸ κήρυγμα. 2.73 Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Ὁ Θεὸς ἐν μὲν συναγωγῇ θεῶν στὰς, θεοὺς διακρινεῖ· ἐν δὲ τοῖς ἔθνεσι Κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Τοῖς μὲν γὰρ Ἁγίοις τὸ διακρίνεσθαι πρέπει εἰς τὴν τῆς ἀξίας αὐτοῦ ἐπίγνωσιν· τοῖς δὲ μάτην βεβιωκόσι τὸ κρίνεσθαι. Μήποτε δὲ ἐντεῦθεν δείκνυται τὸ διάφορον εἶναι τῶν ἔξω τῆς εὐσεβείας ἐθνῶν τὴν κόλασιν, ἀλλὰ μὴ μίαν καὶ τὴν αὐτήν· καθ' ὃ μὲν γὰρ ἐκπε πτώκασι τῆς ἐπιγνώσεως τοῦ Θεοῦ, πάντες βασάνων καὶ κο λάσεων ἄξιοι· καθ' ὃ δὲ διάφορα αὐτῶν τὰ κατὰ τὸν βίον ἐπιτηδεύματα, ἔν τε τοῖς πάθεσι τῆς ἀτιμίας καὶ ἐν ταῖς εἰς τοὺς πλησίον πονηρίαις, δεῖται κρίσεως κατὰ τῶν ἐθνῶν τῆς διαλαμβανούσης περὶ τῶν εἰς τοὺς πέλας πεπλημμε λημένων. Καὶ ἐλέγξει λαὸν πολύν. Ἵνα δείξῃ ἡμῖν τὸ δίκαιον καὶ ἀναντίῤῥητον τῆς δικαίας κρίσεως, ἐπήγαγε τὸ Καὶ ἐλέγ ξει λαὸν πολύν. Ἐλέγξω γάρ σε (φησὶ) καὶ παραστήσω κατὰ τὸ πρόσωπόν σου. Ἐνταῦθα μὲν οὖν μάρτυρας παριστᾷ ὁ κατήγορος εἰς ἔλεγχον τῶν ἐγκλημάτων τοῦ κατηγορουμέ νου, ἐν δὲ τῷ τῶν κρυπτῶν δικαστηρίῳ αὐτὰ τὰ πράγματα ἡμῖν παρίσταται ἐν τῷ ἰδίῳ σχήματι, ἑκάστης ἁμαρτίας παρισταμένης τοῖς ἡμαρτηκόσιν. Ἐκεῖ μὲν οὖν ἔλεγχος εἰς σύστασιν τῆς δικαιοκρισίας παραλαμβάνεται, ἐνταῦθα δὲ εἰς διόρθωσιν τῶν ἐφ' οἷς ἐλέγχεται. Ἐφ' ᾧ τὸν Τιμόθεον χρῆσθαι ὁ Ἀπόστολος παραινεῖ. Πᾶς μέντοι ἔλεγχος, ἐναρ γῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασα νίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτήματος, ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων εἰς τὴν συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος πληκτικὸς, καθι κνούμενος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων; 2.74 Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Τοῦτό ἐστι τὸ εὔχρηστον τέλος τῶν ἐλέγχων, μεταβαλεῖν πρὸς εἰρηνικὴν κατάστασιν τοὺς φιλοπολέμους καὶ ταραχώ δεις. ∆ῆλον δὲ παντὶ, ὅτι ὁ Χριστοῦ νόμος καὶ λόγος, τὸ εἰρη νικὸν καὶ συμβατικὸν ἔχων, εἰρήνην ἐκήρυξε τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· ὥστε καὶ τοὺς Ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν κατα θεμένους τὰ πολεμιστήρια, τά τε πρὸς τὴν ἐκ τοῦ σύνεγγυς ἐν τοῖς συστάδην γινομένοις ἀγῶσι συμπλοκὴν (ἅτινα εἶπε μά χαιραν) καὶ τὰ πρὸς ἄμυναν τὴν διὰ μακροῦ παρεσκευασμένα (ἅτινα εἶναι δόρατα καὶ ζιβύνας φησί)· ταῦτα δὲ εἰς τὰ τῆς γεωργίας ἐργαλεῖα μετασκευάζειν τὸν λόγον τὸν ἐκ τῆς Ἱε ρουσαλήμ· ὥστε τὴν φθαρτικὴν μάχαιραν σπερμάτων ζωο ποιῶν, τῶν ἐκ τῆς σοφίας ἐγγινομένων ταῖς λογικαῖς ψυχαῖς, εἶναι παρασκευαστικήν· ἄροτρον γενομένην ἁπαλῦνον τὰ πεπωρωμένα, ἀκάνθας ἀνατρέπον, οὐρανίας χάριτος φυλα κτηρίων ποιητικόν. Ἡ δὲ ζιβύνη, τὸ πόῤῥωθεν κατακοντίζον καὶ ἀπωθού μενον, εἰς τὸ συνακτικὸν ἐκ τοῦ σύνεγγυς καὶ κοινωνίας συνδετικόν. Τοιαῦται γὰρ αἱ δρεπάναι συνάγουσαι τὰ διε σκορπισμένα καὶ εἰς κοινωνίαν δράγματος συνδέουσαι τοὺς ἀστάχυας. Ἔστιν οὖν τι καὶ λογικὸν