38
θέρος, εἰς ὃ χρεία τῶν ἐπιτηδείων ὀργάνων, περὶ οὗ εἴρηται, ὅτι Ἐπά ρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, ὅτι αἱ χῶραι λευκαί εἰσιν. Οὐδεὶς οὖν πολεμοποιὸς πρὸς τὸν θερισμὸν ἐπιτήδειος. Ἀλλὰ τοὺς ἰδίους μαθητὰς πρὸς τὸν θερισμὸν τοῦτον ἀπ έστειλε, περὶ ὧν καὶ εἶπεν· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τούτοις οὖν τοῖς θερισταῖς, διὰ τὸ μὴ ἔχειν πολέμου ὄργανον ἐν ταῖς καρδίαις, ἔδωκε δύναμιν τοῦ ἐναφιέναι εἰρήνην τοῖς οἴκοις, εἰς οὓς ἂν εἰσέλθωσιν. 2.75 Καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν. Ἕως μὲν ἐνηργεῖτο διαπύρως ὁ τῆς τοῦ κόσμου σοφίας λό γος, ἀλλήλων τὰ ἔθνη κατεπανίσταντο, σφοδρῶς ἠκονημένην τῇ μελέτῃ καὶ τῇ πιθανότητι στίλβουσαν τοῦ λόγου τὴν μά χαιραν ἀλλήλοις ἀντεπιφέροντες. Ἐπειδὴ δὲ ἦλθεν ἡ εἰρήνη ἡμῶν, καὶ κατηγγέλη δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰ ρήνη, ἅπαν ὁμοῦ τὸ ψεῦδος τῇ ἀληθείᾳ ὑπεσιώπησεν. Ὥσπερ ὀρνέων λάλων πολυφωνία ἀθρόως κατεσιγάσθη, ἀετοῦ πόθεν αὐτοῖς ἐπιφανέντος ἄνωθεν, οὐκέτι τοὺς ἀλλήλων καταβάλ λουσι λόγους· ὁ μὲν, μὴ εἶναι Πρόνοιαν τὸ παράπαν, ὁ δὲ μέχρι σελήνης προδιήκειν αὐτὴν λέγων. Οὐκέτι περὶ ψυχῆς· ὁ μὲν θνητὴν, ὁ δὲ ἀθάνατον ἀποφαινόμενοι. Τὰ περὶ εἱ μαρμένης, ὁ μὲν πάντων αὐτὴν κρατεῖν, ὁ δὲ μηδὲ εἶναι αὐτὴν τὸ παράπαν. Ἐπειδὴ δὲ ἦλθεν ἡ μωρία τοῦ κη ρύγματος, καὶ ὁ Ἐσταυρωμένος δοξάζεται, καὶ ἀνάστασις πι στεύεται, καὶ κρίσις ἐλπίζεται, τὸν πρὸς ἀλλήλους πόλεμον τὰ ἔθνη καταλύσαντα, τὴν ἡσυχίαν ἄγει. Φοβοῦμαι δὲ μὴ θεαταὶ λοιπὸν τοῦ ἡμετέρου πολέμου γίνωνται ... Καὶ ἐπειδὴ πρὸ τούτου ἅπας ὁ βίος αὐτοῖς ἐν τῇ τῶν ματαίων λόγων μαθήσει καταναλίσκετο, ὡς τῆς διαλεκτικῆς πολεμικῆς οὔσης διαλόγου, Οὐ μὴ (φησὶν) μάθωσιν ἔτι πολεμεῖν, ἀντὶ τοῦ οὐκέτι τοῖς διδασκάλοις τῆς λογομαχίας προσδιατρίψου σιν. 2.76 Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. ∆ευτέρα κλῆσις, ἐπὶ τὰ τελειότερα προκαλουμένη τοὺς εὐεργετουμένους. Μετὰ γὰρ τὸ ἀναβῆναι εἰς τὸ ὄρος Κυ ρίου καὶ ὑπερκύψαι τὰ γήϊνα, οἷον καθαρωτέρας μεταλα βόντα αὐγῆς, φωτί ἐστιν ἐντυχεῖν θείῳ, φωτίζοντι ψυχῆς ὀφθαλμοὺς εἰς κατανόησιν τῶν μακαρίων καὶ νοητῶν θεα μάτων καὶ θείων θεωρημάτων. Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ Ψαλμῳδῷ· Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτί σθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὐ καταισχύνεται γὰρ, ἐφ' οὓς ἂν σημειωθῇ τὸ φῶς τοῦ προσ ώπου Κυρίου. Ὁ δὲ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἐπειδὴ δὲ ὁ οἶκος τοῦ Ἰακὼβ φῶς αὔταρκες τὴν ἐκ τοῦ νόμου διδασκαλίαν καὶ ἑαυτὸν ὑπείληφεν ἠπατημένως ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, διορθούμενος αὐτῶν τὴν ἄγνοιαν ὁ λόγος, φησί· ∆εῦτε καὶ πορευθῶμεν (μὴ τῷ προ φητικῷ, μὴ τῷ νομικῷ φωτὶ, ἀλλὰ) τῷ φωτὶ τοῦ Κυρίου. Καὶ γὰρ καὶ λύχνοι χρήσιμοι, ἀλλὰ πρὸ ἡλίου· ἀστέρες τερ πνοὶ, ἀλλ' ἐν νυκτί. Εἰ δὲ γελοῖος, ἡλίου λάμποντος, ὁ λύχνον ἑαυτῷ παραφαίνων, πολλῷ γελοιότερος ὁ, Εὐαγγελίου κη ρυσσομένου, τῇ σκιᾷ τῇ νομικῇ παραμένων. 2.77 Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ. Χαλεπωτάτη ζημία ἡ ἀπὸ Θεοῦ ἐγκατάλειψις. Οἱονεὶ ἀπὸ ἰσχυρᾶς κατοχῆς χειρῶν, τῇ ἀνέσει τῶν δακτύλων, οἷς τέως περιεδέδρακτό τις τοῦ κατεχομένου, ἀφῆκεν αὐτὸ τῆς ἰδίας συντηρήσεως ἐκπεσεῖν, οὕτως ὁ λόγος ἐμφαίνει ἀπερικρά τητον ὑπὸ τοῦ Θεοῦ τὸν λαὸν εἶναι. ∆ιὰ ποίας δὲ αἰτίας ἀφίεταί τις τῶν χειρῶν τοῦ Θεοῦ, τὰ ἐφεξῆς διδάσκει· Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ὁρᾷς ἡλίκον κακὸν τὸ κληδονίζεσθαι. Ἔξω τῆς παρὰ Θεοῦ ἐπιμελείας ποιεῖ τὸν προσέχοντα αὐτῇ. Πολλοῖς δὲ τῶν Χριστιανῶν ἀδιάφορον ὠτακουστεῖν καὶ φήμας θηρᾶσθαι καὶ συμβόλοις προσέχειν. Ἔπταρέ τις (φησὶν) ἐπὶ τῷ λόγῳ, καὶ τόδε σημαίνει. Κατόπιν μέ τις ἀνεκάλεσε· καὶ ἐμπόδιον τοῦτο. Ὁ ποὺς προσέπταισεν ἐξιόντος· τὸ ἱμάτιον ἐνεσχέθη. Καὶ τῶν πάνυ γνωρίμων καὶ τῶν ἀναμενόντων Κριτὴν ἐκ τῶν οὐρανῶν τινες, τούτοις ἀδιαφόρως τοῖς βλαβεροῖς περι πίπτουσιν. Ἀλλ' ἄκουε ὅτι ἀπεῤῥίφη ὁ λαὸς ὁ ταῦτα περι