1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

39

εργαζόμενος. Πάλαι γὰρ καὶ ἐκ τοῦ Μωϋσέως νόμου, κλη δόνες καὶ μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ὀρνιθοσκοπίαι διαβέ βληνται ὡς δαιμόνων εὑρέματα. Οὐκ οἰονιεῖσθε γὰρ (φησὶ) οὐδὲ ὀρνιθοσκοπήσεσθε. Τὰ γὰρ ἔθνη (φησὶν) οὓς Κύριος ὁ Θεὸς ἐξολοθρεύσει πρὸ προσώπου αὐτοῦ, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύ ριος, ὁ Θεός σου. Ἄτοπον γὰρ, τὸν ἔχοντα τὴν ἐκ τῶν δικαιωμάτων τοῦ Θεοῦ συμβουλίαν, πρὸς τὴν ὑπὲρ οὐ πρακτέων σκέψιν συμβούλους ἑαυτοῦ παραλαμβάνειν τὰ ἄλογα, μᾶλλον δὲ οὐδὲ συμβούλους, ἀλλὰ διδασκάλοις χρῆσθαι καὶ νομοθέταις. Καὶ τὸν μὲν ἑαυ τοῦ κίνδυνον παρακείμενον καὶ ἐν ὀφθαλμοῖς ὄντα οὐκ εἶδεν ὁ ὄρνις· σοὶ δὲ τὸ μέλλον προαγορεύει· καὶ τῆς μὲν κα λιᾶς ἀποπτὰς, τροφὴν πορίσαι τοῖς νεοσσοῖς, ἄπρακτος ἐπ ανῆλθε πολλάκις· σοὶ δὲ μαντεῖον γέγονεν ἀψευδὲς καὶ τοῦ μέλλοντος ἀποκάλυψις ἡ ματαία τοῦ ὄρνιθος κίνησις. Εἰ δὲ ἀπὸ δαιμόνων ἐνεργείας ἀπατηλὰ περιπέτονται, μή μοι καθέζου δαιμόνων ἀπάταις προσκεχηνὼς, μηδὲ γίνου δια βολικαῖς ἔκδοτος ἐνεργείαις· ὃς ἐπειδὰν ἅπαξ λάβῃ ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ παραχρώμενος, οὐκ ἀνίησιν. 2.78 Ἀλλὰ καὶ κρώζοντες κόρακες καὶ ἀλύοντες ἀετοὶ δι' ἀπορίαν θήρας, τὴν δεισιδαίμονα καρδίαν πτήσσουσι. Καὶ τοσαύτη τοῦ ἐχθροῦ ἡ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα, καὶ κύων διακύψας, καὶ ἄνθρωπος ἐπιφα νεὶς ἕωθεν, κἂν τῶν εὐνουστάτων ᾖ, ὀφθαλμὸν δὲ ἢ σκέλος δεξιὸν πεπληγὼς, ἀπεπήδησε καὶ ἀπετράπη καὶ ἐπεκαλύ ψατο πολλάκις τοὺς ὀφθαλμούς. Τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑποπτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν αὐτοῦ τὴν ψυχὴν πρὸς Θεὸν ἐπανάγειν; Ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περιεργάζου, εἰ κύκλους ὑπὲρ κεφαλῆς ἡμῶν περιγράφουσιν, ἢ ἀντιπρόσωποι φέρονται, ἢ ἐκ τῶν κατόπιν ἐφίπτανται, ἢ πρὸς τὰ πλάγια μεταβαίνουσι. Ταῦτα καταλι πῶν, τοῦ ∆ημιουργοῦ τὴν ἐπ' αὐτοῖς σοφίαν καὶ διακόσμησιν θαύμασον· πῶς βάρος τοσοῦτον δι' ἀέρος φέρεται, πῶς ἡ ἁπαλὴ τοῦ ἀέρος φύσις ὄχημα γίνεται τῷ πτερῷ, πῶς τῇ μὲν ἐκτάσει τῶν πτερῶν ἐπινήχονται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι· πῶς ὅσα βα δίζειν ἐστὶν ἀνεπιτήδεια, τῷ πτερῷ τὴν χρείαν τῶν ποδῶν ἐκπληροῖ. Ὅσα νηκτικὰ, ὅσα ἁρπακτικὰ, πρέπουσαν τῷ βίῳ τὴν κατασκευὴν ἔχει τοῦ σώματος. Τοῖς μὲν γὰρ ὄρ γανα πρὸς τὴν ἁρπαγὴν, οἱ ὄνυχες· τοῖς δὲ οἱονεὶ κῶπαι οἱ ὑμένες εἰσὶ τῶν ποδῶν· ὥστε τῷ πλάτει τῆς βάσεως ῥᾷον διωθεῖσθαι τὸ ὕδωρ κατὰ τὴν κίνησιν. Πάντα γέμει τῆς σο φίας τοῦ Θεοῦ. Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν. Ὁ δὲ μικρόψυχος καὶ ταπεινὰ φρονῶν, τὰς τῶν ἀλόγων κινήσεις τῷ ἰδίῳ σκο πῷ συναρμόζειν ἐπιχειρῶν, καταλιπὼν Θεὸν, δαίμοσιν ἐπι βούλοις ἔκδοτον ἔδωκεν ἑαυτὸν, οἳ τῷ κρατεῖν τοῦ ἀέρος ὧδε καὶ ὧδε στρέφειν ἐπινοοῦντες τοὺς ὄρνιθας, ἀθεράπευ τον τὴν ἀπάτην τῶν ἀνοήτων συνέχουσι. Ταῦτα εἰ καὶ παρεκβατικώτερον εἴρηται· ἀλλ' οὐκ ἀχρήστως ὁ λόγος τῇ ἐκ τοῦ ῥητοῦ ἀφορμῇ εἰς θεραπείαν τῶν ἀνοήτων ἐχρήσατο. Σημειωτέον δὲ ὅτι τὸν κληδονισμὸν ἴδιον ἐπιτήδευμα τῶν Φυλιστιαίων ἡ Γραφὴ παραδίδωσι, τουτέστι τῶν Πα λαιστινῶν· τούτους γὰρ καὶ μόνους ἀλλοφύλους ἔθος αὐτῇ ὀνομάζειν. Ὥσπερ γὰρ Χαλδαῖοι γενεθλιαλογίαν, καὶ Αἰ γύπτιοι φαρμακείας καὶ ἐπαοιδὰς, καὶ Κρῆτες οἰωνιστικήν, οὕτω καὶ οἱ ἀλλόφυλοι τὸν κληδονισμὸν ἰδιώσαντο. Πρὸς οὖν τὰ ἴδια ἑαυτῆς κακὰ ἐπανῆλθεν ἡ χώρα, γενομένη ὡς τὸ ἀπαρχῆς. 2.79 Καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη ἐν αὐτῇ. Ὅταν πόλις, ἔθη μοχθηρὰ παραδεξαμένη, κατ' αὐτὰ βιοῦν ἕληται, τοῖς ἐπιγινομένοις λοιπὸν ὥσπερ νόμος γίνεται τὸ τῶν πατέρων ἁμάρτημα, καὶ εὐθὺς ἐκ γενέσεως ἀλλόφυλά ἐστι τὰ τέκνα, ὑπὸ τῆς πονηρᾶς ἀγωγῆς ἀλλοτριούμενα τοῦ λαοῦ τοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ οἱ καρποὶ τῆς ψυχῆς τέκνα πολλά κις λέγονται, εἴποι ἄν τις τὸν παρὰ τὸ βούλημα τῆς θείας Γραφῆς συλλεξάμενον ἀπὸ τῶν ἔξωθεν τῆς θεοσεβείας