41
ἐπιδεηθῆναι ἑτέρου. Ἐπικατάρατος δὲ πᾶς ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου. 2.83 Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Σχετλιαστικῶς ἡγοῦμαι ταῦτα εἰρῆσθαι, οὐ φέροντος τῶν ἀνθρώπων τὴν τῆς ἀξίας κατάπτωσιν. Ὑπέκυψε (φησὶ) τῷ εἰ δώλῳ ὁ ἄνθρωπος εἰς προσκύνησιν, τῶν ἐπὶ γῆς ζώων τὸ τι μιώτατον, τὸ μετὰ Ἀγγέλους ἐν λογικοῖς τεταγμένον, ὁ τῇ εἰκόνι τοῦ Θεοῦ τετιμημένος, ὁ τῇ τοῦ λόγου δυνάμει τέχνας ἐξευρών. Τὰ ἐν τῇ γῇ ἐπιγνοὺς, φυτῶν καὶ ῥιζῶν καὶ καρπῶν δυνάμεις, θαλάσσης κατατολμήσας, ἀέρος φύσιν, ἀνέμων γένεσιν, ἀστέρων θέσιν, κινήσεις τούτων, ἀποστήματα, συνδρομάς· τὴν ἐπὶ γῆς διακόσμησιν, τὰς πόλεις, τοὺς νό μους, τὰς στρατηγίας, τῶν τεχνῶν τάς τε πρὸς τὸ ζῆν ἀναγκαίας καὶ τὰς πρὸς καλλωπισμὸν καὶ ἐπίδειξιν, οὗτος ὑπέπεσεν εἰδώλῳ, ὡς τῆς παρ' αὐτοῦ δεόμενος σωτηρίας, ὁ ἔμψυχος τοῦ ἀψύχου, ὁ λογικὸς τοῦ ἀναισθήτου. Ὁ θηρία ὑπὸ χεῖρα λαβὼν, ᾧ πάντα ὑποτέτακται εἰς δουλείαν τὰ ἄλογα (διὰ τὸν ὑποτάξαντα ἡμῖν Θεὸν, ὃς ἐν τούτῳ ἔδωκεν ἡμῖν τὸ κατ' εἰκόνα, ἐν τῷ κατακυριεύειν τῶν τε ἐνύδρων ὁμοῦ καὶ τῶν χερσαίων) οὗτος οὐχ ἑνὶ τῶν ἀλόγων τῶν ἐν ἰσχύϊ διαφερόντων, ἀλλὰ μιμήματι ζώου ἑνὸς τῶν ἀλόγων, ἤπου καὶ γυναικός τινος ἀσχήμονος, ἢ ἀνδρὸς αἰ σχίστου, οὐδὲ παρεστάναι τολμᾷ ἀπὸ τοῦ ἴσου, ἀλλὰ φοβού μενος, καὶ εἰς τὴν γῆν κεκυφὼς, ἄξιος ὢν μηδὲ ἀνανεύειν πρὸς τὸν οὐρανὸν ... διὰ τὴν εἰς τὸν οὐράνιον ἁμαρτίαν. 2.84 Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἐπίτασις τοῦ κακοῦ, ἄνδρα τὸν ἀρχικώτερον, τὸν τελειό τερον ἐν τῇ νοήσει, δυνατώτερον ἐν ταῖς πράξεσι, τοῦτον τοῦ ἰδίου ἀξιώματος ἐπιλαθόμενον ταπεινωθῆναι ὑπὸ τὸ εἴδωλον. Ὁ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων, ὁ κεφαλὴν ἔχων ἑαυτοῦ τὸν Χριστὸν, ἐταπεινώθη ὑπὸ τὸ εἴδωλον· καὶ ταῦτα ἀνήρ. Τοῦτό ἐστι τῆς συμφορᾶς τὸ χαλεπώτατον. Εἰ γὰρ παιδίον, εἰ γὰρ γυνὴ, ἦν ἄν τις τῷ μὲν ἐκ τῆς ἡλικίας, τῇ δὲ ἐκ τῆς κατὰ φύσιν ἀσθενείας, συγγνώμη. Νῦν δὲ ἀνὴρ ἐταπεινώθη, ὃ πᾶσαν ὑπεραίρει αἰσχύνης ὑπερβολήν. Καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ὢ τῶν ἀπειλουμένων. Ἆρα μὴ διὰ τὴν αἰωνίαν κόλασιν ταῦτα· Οὐ μὴ ἀνήσω αὐ τούς; Ἕως γὰρ ἐκληδονίζοντο, ἕως ἀλλότρια τέκνα ἐπλή θυναν παρ' ἑαυτοῖς, ἕως ἐπτόηντο εἰς ἀργύριον, ἕως ἱππι κὸν ἐξηρτύοντο, ἦν ἐλπὶς καὶ ἀνέσεως προσδοκία· ἐπειδὴ δὲ εἰς τὴν εἰδωλολατρείαν, τὸ ἔσχατον τῶν κακῶν ἐκπε πτώκασι, καὶ τοῦ ἰδίου ἀξιώματος μὴ αἰσθανόμενοι, τῷ εἰδώλῳ τὰς ἰσοθέους τιμὰς ἀπονέμουσιν, Οὐ μὴ ἀνήσω. Καὶ τοῦτο ἐπ' εὐεργεσίᾳ ὁ Ἀγαθὸς ἐνεργεῖ. Ἐπεὶ γὰρ ἡ ἄνεσις ἀκολασίας ἐστὶν ἀφορμὴ, Οὐ μὴ ἀνήσω αὐτούς, ἵνα ἡ θλίψις γοῦν ἀνάγκην αὐτοῖς τῆς τοῦ Θεοῦ μνήμης παράσχῃ. Ὥστε οὐκ ἀπειλὴ βλαβερὰ, ἀλλὰ παιδαγωγία σωτήριος τὸ μὴ ἀνεθῆναι. Οὐ μὴ γάρ σε ἀνῶ (φησὶν) οὐδ' οὐ μή σε ἐγκαταλίπω. 2.85 Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἄλλη παράκλησις αὕτη πρὸς τὸν οἶκον τοῦ Ἰακὼβ ἐπὶ τὸ συμφέρον παρακαλοῦσα. Ὡς γὰρ ∆εῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, ∆εῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου, οὕτω καὶ τὸ νῦν Εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Ἆρά τίς ἐστιν οὕ τω συκοφάντης τῆς Γραφῆς, ὥστε οἴεσθαι, συμβουλεύειν φεύ γειν τινὰς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, ἐν ταῖς κοιλότησι τῶν πετρῶν ἑαυτοὺς κατακρύψαντας; Ἀλλά· Ποῦ πορευθῶ (φησὶν) ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Καὶ πάλιν ὁ Κύριος· Ἐὰν κατακρυβῶσιν εἰς τὸν Κάρμηλον, ἐκεῖ θεν λήψομαι αὐτούς· ἐὰν φύγωσιν εἰς τὴν θάλασσαν, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήξεται αὐτούς. Πῶς οὖν σκέπην ἀπὸ προσώπου τοῦ φόβου Κυρίου συνεβούλευσε προβαλέσθαι τὴν πέτραν; Ἀλλὰ μήποτε μίαν λέγει τῶν κακῶν ἀπαλλαγὴν, ὅσα ἐν τοῖς κατόπιν ἀπηριθμήσατο, τὸ εἰσελθεῖν εἰς τὴν σκέπην τῆς πέτρας, τουτέστιν εἰς τὸ στερέωμα