1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

44

δυνα στειῶν. Πλοῦτον περιεβάλου, οἰκίας ᾠκοδόμησας, χρυσὸν καὶ ἄργυρον ἀπέθου· κτήσεις συνήγαγες, τόσα καὶ τόσα τά λαντα κατ' ἔτος προσκομιζούσας· οἰκέτας ἔσχες μυρίους, τέχνας παντοδαπὰς, τὰς ἐκ τούτων προσόδους· ἀγέλας ἵπ πων, ποίμνια καὶ βουκόλια, τὰ ἐκ τούτων χρήματα· γυναῖκα καὶ παῖδας καὶ τούτων τὰ ἔκγονα· φίλους εὐηργέτησας, ἐχθροὺς ἠμύνω· ἦρξας πόλεων, εἶτα ἐθνῶν, τὸ τελευταῖον καὶ ἐβασίλευσας. Ὁρᾷς πῶς ὑπὸ κουφότητος ὁ τοιοῦτος νοῦς ὑψηλός ἐστι καὶ μετέωρος; Οὐδαμοῦ ἐστήρικται, ἀλλ' ὑπὲρ τὰ ἀδύνατα, ὑπὲρ τὴν φύσιν φέρεται. Ἀπειλεῖται οὖν καὶ τοῖς μετεώροις τὰ φοβερὰ τῆς ἡμέρας. Ἁμαρτία γάρ ἐστι (φησὶν) ὁ μετεωρισμός. Ἄκουε γὰρ τοῦ Κυρίου λέγοντος· Καὶ μὴ μετεωρίζεσθε. Καὶ ὁ μακάριος ∆αβὶδ ἐν τοῖς κατορθώμασι ἀριθμεῖ τὸ μὴ μετεωρισθῆναι, μηδὲ ὑψωθῆναι· Κύριε γὰρ (φησὶν) οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἔστι μέντοι καὶ ἐπαινετῶς ὑψωθῆναι, ὅταν μὴ μικροπρεπὴς ᾖς, μηδὲ τα πεινὰ μεριμνῶν, ἀλλὰ διεγηγερμένος τὸ φρόνημα, καὶ τῷ ἀναστήματι τῆς ἀρετῆς ὑπὸ μεγαλοψυχίας καὶ μεγαλονοίας κεκοσμημένος. Τὸ τοιοῦτον ὕψος τῆς γνώμης ἀποδεκτὸν, τὸ ἀταπείνωτον ἐν θλίψεσι, τὸ ὑπερφρονοῦν τῶν ἐπὶ γῆς. Τοιοῦτος ὁ τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς, ὁ τὴν καρδίαν ἐπτοημένην ἔχων εἰς τοὺς ἐκεῖ θησαυρούς. Καὶ ἔοικε τοῦτο τὸ ὕψος τῆς διανοίας, πρὸς τὴν ἐκ τοῦ τύφου ἔπαρσιν, τὴν αὐτὴν ἔχειν διαφορὰν, ἣν ἀληθινὴ εὐεξία πρὸς τὴν ἐξ ὑδέρου γινομένην τῆς σαρκὸς ἐπανάστασιν· ὤγκωται μὲν γὰρ τὸ σῶμα, ἀλλ' ὕπουλόν ἐστι καὶ νοσεῖ. 2.90 Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ ∆ιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων. Ποία κακία (φησὶ) τῆς κέδρου, ὅτι καὶ τὸ ταύτης ὑψη λὸν, ὅπερ ἐκ φύσεως αὐτῇ πρόσεστιν, εἰς ἐξέτασιν ἄγε ται; ∆ιὰ τί δὲ ὅλως καὶ ταῖς ἐν τῷ Λιβάνῳ κέδροις ἀπειλεῖ τὴν ἡμέραν ὁ λόγος; Ὅτι μὲν οὖν περὶ ἐμψύχων ὁ λόγος τῶν πεφυσιωμένων καὶ μετὰ ἀναισθησίας ἐχόντων τὴν ἔπαρ σιν, οὐδεὶς ἀντερεῖ. Ἀλλὰ διὰ τί κέδροι; καὶ διὰ τί, τοῦ Λιβάνου; Αἱ κέδροι φυτόν εἰσιν, ἀχρήστων καρπῶν οἰστικαὶ, εἰς ὕψος μήκιστον αὐξανόμεναι καὶ ἀεὶ ἐπιδι δοῦσαι κατὰ τὴν προσθήκην τοῦ χρόνου, οὔτε γηρῶσαι ῥᾳδίως, οὔτε εὐκόλως κατασηπόμεναι. Ὁ δὲ Λίβανος ὄρος εἰδωλολατρείας τὸ παλαιὸν ἦν. Ἵνα οὖν τὰς ἐκεῖ ἐμφι λοχωρούσας ὀλεθρίους δυνάμεις ἐνδείξηται ἡμῖν, κέδρους ὠνόμασε τοῦ Λιβάνου τὰ ὑψώματα τῆς πονηρίας, τὰ ἐπαι ρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, περὶ ὧν καὶ ὁ ψαλμός φησιν, ὅτι Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. ∆ύναται δὲ τὰ ἐν ἀνθρώποις ἀλαζονικὰ ἤθη ἄνευ αἰτίας τινὸς ἀκολούθου πρὸς τὴν φυσίωσιν ἐπαιρόμενα διὰ τῶν κέδρων αἰνίσσεσθαι. Ἔστι γὰρ καὶ ἐν φυσιώσει ἢ πιθανή τις αἰτία τὴν ἔπαρσιν ἐμποιοῦσα, ἢ πάντη ἄλογος. Οἷον, φρονεῖ τις ἐφ' ἑαυτῷ δι' ἐγκράτειαν, φρονεῖ διὰ σωφρο σύνην, φρονεῖ διὰ τὸ ἐν ταῖς προσευχαῖς ἐπίμονον. Κακῶς μὲν ποιεῖ παρ' ὃ δεῖ φρονῶν, πλὴν ἀλλ' ἔχει ἀκολουθίαν τὸ ὕψωμα. Ὁ τοιοῦτος ὑψηλὸν μέν ἐστι φυτὸν, ἀλλ' ἔγκαρ πον. Ὁ δὲ ἄνευ ἐργασίας τινὸς ἀγαθῆς, ἢ διὰ πλοῦτον, ἢ δι' εὐγένειαν, ἢ διὰ σώματος ἰσχὺν μετεωριζόμενος, κέδρος ἐστὶν, ἀκάρπῳ ζωῇ καὶ ἀνονήτῳ ἐπαγαλλόμενος. ∆ιὰ τί δὲ καὶ τοῦ Λιβάνου; Ὅτι ὥσπερ τὰ ἐπὶ τῶν ὀρῶν πεπηγότα φυτὰ ὕψει ἀλλοτρίῳ συγκέχρηται, οὕτως οἱ πλοῦτον, ἢ δύναμιν, ἢ δόξαν προγόνων ὑποβαλλόμενοι, τοῖς κατ' οὐδὲν προσήκουσιν εἰς ἀφορμὴν τῆς οἰκείας ἐπάρσεως ἀποκέ χρηνται. Εἰσὶ μέντοι καὶ ἐπαινούμεναι κέδροι. Χορτασθήσεται τὰ ξύλα τοῦ Κυρίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσε. Καὶ εἰς τὴν δοξολογίαν παραλαμβάνεται ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, ἵνα δειχθῇ ὅτι οὐδὲν τῇ φύσει πονηρὸν, οὐδὲ ἠλλοτριωμένον Θεοῦ, ἀλλὰ παρὰ τὴν ἑαυτῶν αἰτίαν ἕκαστα ἢ ἀφίσταται ἀπὸ Θεοῦ, ἢ προσοικειοῦται αὐτῷ. ∆ιὰ τοῦτο καὶ αἱ εἰς κατασκευὴν τοῦ ναοῦ συντελέσασαι κέδροι ἐκ τοῦ Λιβάνου ἦσαν κατακεκομισμέναι, τῆς ἱστορίας παραδεικνυούσης, ὅτι δυνατὸν ἐξ εἰδωλολατρείας εἰς ἁγια σμὸν μεταβαλεῖν. ∆ιὰ τοῦτο ποτὲ μὲν συντρίβεται κέδρος, ὅταν ἀχώριστος ᾖ τοῦ Λιβάνου·