1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

45

ποτὲ δὲ, ὅταν καταλιποῦσα τὰ ἀρχαῖα, ἀξία τοῦ ἁγιάζεσθαι γένηται. Καθόλου μέντοι καὶ τὰ τῶν ζώων ἤθη καὶ τὰ τῶν φυτῶν εἴδη εἰς τὸ ποικίλον τῆς προαιρέσεως τῶν ἀνθρώπων λαμβάνεται. 2.91 Καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν. Ἄλλου φυτοῦ μνήμη, πρὸς ἔνδειξιν ἀνθρωπείου βίου ὑποπε σεῖν ἀπειλουμένου τῇ κρίσει. Τὰ γὰρ σκληρὰ ἤθη καὶ δύ σεικτα, ἀντιτύπως πρὸς πάντα καὶ ἀντιβατικῶς διακείμενα, καὶ ἡ κοινὴ συνήθεια δρυῒ παριεκάζει. Φέρει δὲ τὸ δένδρον τοῦ το καρπὸν, ἀλλὰ χοίρων τροφήν. ∆ιὰ τοῦτο δένδρον αἰσχύνης ὠνόμασε· τὸ γὰρ Βασὰν εἰς τὴν αἰσχύνην μεταλαμβάνουσιν. Ὧν οὖν ἡ δόξα τῆς καρποφορίας αἰσχύνη ἐστὶ, καὶ ἐπὶ τούτοις ἔσται ἡ ἡμέρα τοῦ Κυρίου. Καὶ δὴ καὶ τὴν εἰδωλολατρείαν αἰσχύνην εὕρομεν λεγο μένην, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν Ἠλίας λέγει πρὸς τὸν Ἀχαάβ· Καὶ νῦν ἀπόστειλον καὶ συνάθροισον πρός με πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης καὶ τοὺς προφήτας τῶν ἀλσῶν, τετρακοσίους ἄνδρας, ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Ἐπεὶ οὖν Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, ἡ τοῦ Κυρίου ἡμέρα καὶ τοῖς δένδροις τῆς αἰσχύνης ὡς φο βερὰ ἀπειλεῖται. ∆ιὰ τοῦτο καὶ ὁ βασιλεὺς τῆς Βασὰν Ὢγ προσηγόρευται. Ὢγ δὲ ἑρμηνεύεται διάφραξις, ὡς τῶν ἔργων τῆς αἰσχύνης τὴν ὁδὸν ἡμῖν τῆς σωτηρίας ἀπο φρασσόντων. Πόρνοι γὰρ καὶ μοιχοὶ καὶ μαλακοὶ καὶ ἀρσε νοκοῖται καὶ πάντες τῆς αἰσχύνης ἐργάται, ὑπὸ τοῦ Ὢγ βασιλεύοντος, τοῦ τὴν ἀπὸ Θεοῦ διακοπὴν ἐνεργοῦντος· ὃν συντρίβει ὁ Κύριος ἐπ' ἐλευθερίᾳ τῶν κρατουμένων. Ἐξομο λογεῖσθε γὰρ τῷ Κυρίῳ, ὅτι χρηστὸς, τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, τὸν Σηὼν καὶ τὸν Ὤγ. 2.92 Καὶ ἐπὶ πᾶν ὄρος καὶ ἐπὶ πάντα βουνὸν καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Ὥσπερ τὰ ὄρη πρὸς τοὺς βουνοὺς τὴν κατὰ μέγεθος ἔχει διαφορὰν, τῷ δὲ λοιπῷ τὰ αὐτὰ ἀλλήλοις ἐστίν, οὕτω καὶ αἱ ἐναντίαι δυνάμεις τῇ μὲν προαιρέσει ἀλλήλαις ἐοί κασι, τῷ δὲ μεγέθει τῶν ἀδικημάτων, διενηνόχασιν. Εἰ κότως οὖν καὶ κατὰ τούτων ἡ ἡμέρα Κυρίου Σαβαὼθ ἐν στήσεται. Τί δὲ βούλεται τὸ Καὶ ἐπὶ πάντα πύργον; Ὁ πύργος ἐστὶν ὑψηλὸν σκοπευτήριον πρὸς φυλακὴν πό λεως καὶ γνῶσιν ἐφόδων πολεμικῶν ἐπιτήδειον. Τοιοῦτος ἡμῖν δέδοται καὶ ὁ νοῦς, φυλακτικὸς τῶν ἀγαθῶν, προορα τικὸς τῶν ἐπιβούλων. Τοῦτον οὐ χρὴ ἐν ἑαυτῷ οὐδὲ διὰ τῶν γηΐνων τὴν εἰς οὐρανὸν ἄνοδον πραγματεύεσθαι· κατα βαίνει γὰρ ὁ Κύριος πρὸς αὐτὸν κάτω πεσόντα διὰ τὸ φρό νημα καὶ τὴν πρὸς τὸ κακὸν αὐτοῦ συμφωνίαν διασπᾷ ἐπ' εὐεργεσίᾳ καὶ σωτηρίᾳ. Περὶ τῆς τούτου οἰκοδομῆς κε λεύει ἡμᾶς ὁ Κύριος καθίσαντας ψηφίσαι, εἰ ἔχομεν τὰ πρὸς ἀπαρτισμὸν, ὡς δηλοῖ αὐτὴ ἡ σύμφρασις τοῦ Εὐαγγελίου. Τὸν οὖν ὑψηλόφρονα νοῦν καὶ ὑπέρογκον καὶ πάντας ἐξευτελίζοντα καὶ ἑαυτὸν μακαρίζοντα, φοβεῖσθαι ὁ λόγος τὴν ἡμέραν Κυρίου βούλεται. Καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Πάλιν τεῖχος ἔρυμά ἐστι πρὸς φυλακὴν πόλεων πεποιημένον, καὶ τὰς προσβολὰς τῶν πολεμίων ἀποκρουόμενον. Οὕτως εἰσί τινες καὶ λό γοι, οἱ μὲν ἐκ τῆς ἀληθείας αὐτῆς περικείμενοι ἡμῖν, τὸ ἀκαθαίρετον τῶν σωτηρίων δογμάτων διατηροῦντες· οἱ δὲ ἐκ τῆς ἔξωθεν ἐποινοίας πρὸς ὀχύρωσιν ψεύδους καὶ φυλακὴν ματαιότητος ἐπιτετηδευμένοι. Ἡ γὰρ τῆς διαλεκτικῆς δύναμις τεῖχός ἐστι τοῖς δόγμασιν, οὐκ ἐῶσα αὐτὰ εὐδιάρπαστα εἶναι καὶ εὐάλωτα τοῖς βουλομένοις. ∆ιὰ τοῦτο τὰ μὲν τῆς Ἱερουσαλὴμ τείχη ἀνάγραπτά ἐστιν ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου· τὰ δὲ Ἱεριχοῦντος ὑπὸ Ἰησοῦ καθαιρεῖται, φωνῇ μόνῃ διαλυόμενα. Ἄνω μὲν οὖν μόνα τὰ ὑψηλὰ κατηγορεῖται· ἐνταῦθα δὲ καὶ τὰ ἰσχύν τινα μετὰ τοῦ ὕψους ἔχοντα, τὴν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις πιθανότητα ἐπὶ πολὺ κραταιωθεῖσαν καὶ ὑψωθεῖσαν, τεῖχος ὑψηλὸν τροπικῶς λέγοντος τοῦ Προφήτου, καὶ καθαιρε θήσεσθαι αὐτὸ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου διαβεβαιουμένου. 2.93 Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης. Αἰνίγματά ἐστι πρὸς τὴν γυμνασίαν τοῦ νοῦ ἡμῶν προ βεβλημένα, μὴ ἀργῶς ἀκούωμεν τῆς Γραφῆς, ἵνα