1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

47

τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἐπειδὴ πολλάκις ἡ Γραφὴ ὁμοίως περί τε τῆς ἐν σαρκὶ ἐπιδημίας τοῦ Χριστοῦ καὶ περὶ τῆς ἐν τῇ κρίσει δια λέγεται, καὶ περὶ τῶν δύο παρουσιῶν ἐπιπεπλεγμένως ἀπαγγέλλει ἐνίοτε, ἡγούμεθα τὰ νυνὶ ταῦτα περὶ τῆς ἐναν θρωπήσεως λέγεσθαι, εἰ καὶ ὅτι μηδὲ πρὸς τὰ μέλλον τα καὶ προσδοκώμενα ἀπᾴδει τῶν προκειμένων ἡ ἔν νοια. Μετὰ γὰρ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, ἡ περὶ τὰ χειροποίητα σπουδὴ παρέῤῥιπται· οὐκέτι μὲν ἀγαλματο ποιοὶ σπουδάζονται, οὐδὲ ὅσα ἦν ἐκ παλαιοῦ θεραπευόμενα τῆς ἴσης ἐπιτυγχάνει σπουδῆς, ἀλλ' ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς καὶ τοῖς ἀφανεστάτοις παρεῤῥίφη τόποις. Εἶδον γὰρ, τοῦ φωτὸς ἀναλάμψαντος, τὰ ἐν τῷ σκότει τῆς ἀγνοίας τέως διαλανθάνοντα, τὸ ξύλον ὡς ξύλον, καὶ τὸν λίθον ὡς λίθον· οὐκέτι ἐκ τοῦ περικειμένου χαρακτῆρος αὐτοῖς ἀπατώμενοι, ἀλλ' ἐκ τῆς ὑπαρχούσης φύσεως ἐπιγινώσκοντες. Φοβερὰ γὰρ δαίμοσιν ἡ σωτήριος τῷ κόσμῳ παντὶ τοῦ Χρι στοῦ ἐπιδημία· καὶ καταλελοίπασι νῦν τοὺς περιβοήτους τό πους, τὰ τῆς ἀπάτης ἐργαστήρια. Οὐκέτι ∆ελφοὶ, οὐκέτι τὰ χρηστήρια· καὶ σιωπᾷ μὲν ἡ πρόμαντις· πίνεται δὲ ἡ Καστα λία, καὶ σωφρονοῦσιν οἱ πίνοντες· φυγὰς ὁ Ἀμφιάραος· ὁ Ἀμφίλοχος οὐδαμοῦ, καὶ τὰ ἀφιδρύματα ἐξηφάνισται· καὶ αἱ ἀόρατοι δυνάμεις ὑποκεχωρήκασιν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Ἀφ' οὗ ὀνομάζεται ὁ σταυρὸς, ἐφυγαδεύθη τὰ εἴδωλα. Εἴδωλα μέντοι ἐστὶ καὶ τὰ ἑκάστῃ τῇ ψυχῇ ἐντετυπωμένα φαντάσματα τῶν τὰ ψευδῆ ὑπολαμβανόντων, εἴτε περὶ Θεοῦ, εἴτε περὶ οὗτινος οὖν τῶν ζητουμένων. Καὶ ὅσον μὲν ἡ ἐνέρ γεια καὶ ἡ τῆς ἀληθείας φανέρωσις οὐ νοεῖται, ἕκαστος περιέ πει τὰ ἴδια ἀναπλάσματα· ἐπὰν δὲ τὸ ὕψος καὶ ἡ ὑπεροχὴ τοῦ ὄντως ὄντος ἀληθοῦς ἐκφανῇ, τότε ἕκαστος τῶν ἰδίων δογμάτων κατεγνωκῶς, ὡς ψευδῶς αὐτοῦ τῆς ψυχῆς φαντα σιουμένης, ἐξαφανίσαι σπουδάζει τὰ τοῦ ψεύδους νοήματα, οἱονεὶ σπηλαίοις καὶ τρώγλαις ἐγκατακρύψας αὐτά, ὁρῶν λοιπὸν ἐκ τῆς ἐνεργείας αὐτῆς τὰ φοβερὰ τοῦ Θεοῦ, καὶ ὅτι ἐπὶ τῷ ἐξαφανίσαι τὰ ὑλικὰ πάντα, καὶ οἱονεὶ θραῦσαι τὰ γήϊνα, ἵνα τὰ πνευματικὰ φανερωθῇ. Καὶ δεῖ τὴν εἰκόνα τοῦ χοϊκοῦ ἐξαφανισθῆναι, ἵνα ἡ τοῦ ἐπουρανίου ἀναφανῇ. Ὥστε καὶ οἱ ψευδεῖς περὶ Θεοῦ ὑπολήψεις ἔχοντες, τινὰ νοητὴν εἰδωλολατρείαν εἰδωλοποιοῦντες ἐν ἑαυτοῖς, τὰ μὴ ὄντα ὡς ὄντα ἔχουσι, καὶ ὑπόδικοι οὗτοι γίνονται τῇ κα τάρᾳ, τῇ λεγούσῃ· Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς ποιήσει γλυπτὸν καὶ χωνευτὸν (βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνίτου) καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. 2.97 Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδε λύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελ θεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῆ θραῦσαι τὴν γῆν. Ἐν τοῖς κατόπιν λόγοις κατακρύπτεσθαι ἐλέγετο τὰ εἴδωλα, νῦν δὲ ἐκβάλλεσθαι· διότι ἐπαισχυνθῆναι πρότε ρον δεῖ τῷ ψεύδει, εἶτα ἐκβάλλειν αὐτὸ ἐκ τῆς καρδίας. Ἐκβάλλει οὖν τὰ εἴδωλα τὰ ἀργυρᾶ ὁ τοὺς ἐν πάσῃ πι θανότητι κατασκευάζοντας τὸ ψεῦδος λόγους τῶν κρυπτῶν ἑαυτοῦ ἐξορίζων· καὶ τὰ χρυσᾶ, ὁ τοὺς ἐν τῇ διανοίᾳ περὶ τοῦ ψεύδους ἐγγινομένους τύπους ἐξαφανίζων. Ταῖς δὲ νυκτερίσι προσκυνεῖ ὁ τὴν τῶν δαιμόνων δύναμιν συγγενῆ οὖσαν τῷ σκότει θεοποιῶν. Ἡ γὰρ νυκτερὶς ζῶόν ἐστι νυκτὶ φίλον καὶ σκότει ἐνδιαιτώμενον, αὐγὴν ἡλίου μὴ φέρον, ἐν ἐρημίαις φιλοχωροῦν. Τί δὲ οἱ δαίμονες; Οὐ τοιοῦτοι; ἐρημοποιοὶ, τὸ φῶς ἀπο φεύγοντες τὸ ἀληθινὸν, τὸ τοῦ κόσμου παντός; Ἡ νυκτερὶς καὶ πτηνόν ἐστι καὶ οὐκ ἐπτέρωται, ἀλλ' ὑμένι σαρκίνῳ δια πέταται τὸν ἀέρα. Τοιοῦτοι καὶ οἱ δαίμονες· ἀσώματοι μέν εἰ σιν, οὐκ ἐπτέρωνται δὲ τῷ θείῳ πόθῳ, ἀλλ' οἱονεὶ ἀπεσαρκώ θησαν, ταῖς τῶν ὑλικῶν ἐπιθυμίαις προστετηκότες. Ἡ νυκτε ρὶς καὶ πτηνόν ἐστι καὶ τετράπουν, ἀλλ'