49
ὑπομονῇ, ἐν ταπει νοφροσύνῃ· ἐν τῷ κεφαλαίῳ τῶν Ἐντολῶν, τῇ ἀγάπῃ. Ὁμοίως δὲ καὶ ἰσχύουσαν, ἐν ἀφθαρσίᾳ, ἐν σεμνότητι, ἐν ἐλεημοσύνῃ, ἐν τῇ προσεδρίᾳ τῶν δεήσεων, ἐν τοῖς κόποις τῆς ἀργυπνίας. Μηδὲ τὴν τοῦ ἄρτου καὶ ὕδατος ἰσχὺν τῆς τροφιμωτάτης τοῦ λόγου δυνάμεως τὴν ἀφορμὴν ἀφαι ρεθῆναι· ὡς ἐπέλιπεν Ἰουδαίους ἡ ἰσχὺς τοῦ προφητικοῦ πνεύματος, καὶ κατάδιψοι λόγου τυγχάνουσιν, ἐπιθυμοῦντες λόγου Θεοῦ, καὶ μὴ ἔχοντες. Ἀφεῖλε γὰρ Κύριος ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Ἔστι μὲν οὖν τις καὶ παρ' ἡμῖν τροφὴ, ἰσχὺν μὲν οὐκ ἐντιθεῖσα, ἀποθνήσκειν δὲ οὐκ ἐπιτρέπουσα, ὁποίαν Παῦλος τοῖς ἔτι νη πίοις ἐν Χριστῷ Κορινθίοις παρασκευάζει. Ἔστι δὲ καὶ λάχα να, ἀσθενούντων τροφή· ἔστι δὲ καὶ τελείοις ἐπιτήδειον ἡ στε ρεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόν των πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Καὶ ἐάν ποτε ἀπορῇ Ἐκκλησία τῶν στεῤῥὰ καὶ εὔτονα δόγματα καὶ πεπληρωμένα τοῦ θείου νοῦ παραδιδόντων, γνώρισμά ἐστι τοῦ ἀφαιρεῖσθαι αὐτῆς τὴν ἰσχὺν τοῦ ἄρτου. Ἔστι δὲ καὶ ἐν ὕδατι ἰσχὺς καὶ ἀσθένεια, καθ' ἅ φησιν ὁ Κύριος· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ Ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ὥσπερ δὲ τὴν στερεὰν τροφὴν κατὰ προηγούμενον λόγον προσφε ρόμεθα, τὴν δὲ ὑγρὰν ὥστε ὄχημα γενέσθαι τῇ ξηρᾷ καὶ χειραγωγῆσαι αὐτὴν πρὸς τὴν ἀνάδοσιν, οὕτως ἂν εἴη καὶ ἐν τῇ τροφῇ τῆς ψυχῆς· ὁ μὲν νοῦς, ἡ πρώτη καὶ οἰκειο τάτη τροφὴ τῆς ψυχῆς· ὁ δὲ λόγος, διὰ τῆς οἰκείας ἐνερ γείας ὁδοποιῶν τοῖς δόγμασι, τὴν ἀνάληψιν ἐργάζεται. Ἀνοῖξαι δὲ δεῖ τοὺς ὀφθαλμοὺς, ἵνα τούτου τοῦ ἄρτου ἐμπλησθῶμεν καὶ τοῦ ὕδατος. ∆ιάνοιξον γὰρ (φησὶ) τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. Καὶ ἐν Γενέσει δέ· ἠνοίγησαν τῆς Ἀγὰρ οἱ ὀφθαλμοὶ καὶ εἶδε τὸ ὕδωρ. 3.101 Γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστήν. Ἐπὶ καλοῦ τεταγμένην τὴν τοῦ γίγαντος προσηγο ρίαν ἐνταῦθα εὕρομεν, καὶ εἴ που, κατὰ τὸ σπάνιον. Ὡς τὸ Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ἀφελεῖ οὖν γίγαντα. Τοὺς ἔχοντάς τινα ἐκ φύσεως προτερήματα καὶ κατὰ τὴν σύγκρισιν τῆς σαρκὸς πολλῶν διαφέροντας, εἰς ἀνάληψιν ἐπιστήμης, ἢ εἰς ἄσκησιν ἀρετῆς, τούτους ἡγού μεθα γίγαντας λέγεσθαι· ἰσχύοντας δὲ, τοὺς ἐκ τῆς ἰδίας ἐπιμελείας καὶ μελέτης τὸ ἐκ φύσεως ἀγαθὸν τελειώσαντας. Οὐκέτι παρὰ Ἰουδαίοις πολεμισταί, οὐδὲ γὰρ ἐναριθμοῦν ται τοῖς στρατιωτικοῖς καταλόγοις· ἀλλ' οὐδὲ δικαστής· παρεδόθησαν γὰρ δικασταῖς τοῖς αἰχμαλωτεύσασιν αὐτοὺς, διὰ τὸ ἐκλείπειν ἄρχοντα ἐξ Ἰούδα. Ἕκαστα μέντοι τῶν ἐκείνοις διὰ τὴν εἰς τὸν Κύριον ἀπιστίαν ἀπειληθέντων, δυνατὸν καὶ ἐφ' ἡμῶν γενέσθαι, ἐὰν ἀπειθῶμεν. Ἐπιλείπουσι γὰρ καὶ ἡμᾶς πολεμισταὶ, οἱ ἀναλαμβάνοντες τὴν τοῦ Κυρίου πανοπλίαν, καὶ ἱστάμενοι γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὅταν κατακρατήσῃ ἡμῶν ἡ ἀπισ τία, καὶ παραδοθῶμεν τοῖς ὑπεναντίοις. Ἀλλὰ δεώμεθα τοῦ Κυρίου, μὴ ἀρθῆναι ἀφ' ἡμῶν πολεμιστὴν, ἄνδρα τῷ θώρακι τῆς πίστεως ὠχυρωμένον καὶ τὴν περικεφαλαίαν τοῦ σω τηρίου σκέπουσαν αὐτοῦ τὰ καίρια περικείμενον, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου ἠσφαλισμένον, ἐσπα σμένον δὲ καὶ τὴν μάχαιραν ἑτοίμως ἔχοντα ἐκδικῆσαι πᾶσαν παρακοήν· καὶ τὸ ὅλον, ὡς καλὸν στρατιώτην Χριστοῦ συγκακοπαθοῦντα τῷ Εὐαγγελίῳ, μὴ ἐμπλεκόμενον ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 3.102 Ἔχει δὲ καὶ δικαστὰς ἡ Ἐκκλησία, τοὺς δυναμένους ἀδελφὸν μετὰ ἀδελφοῦ συμβιβάσαι, ἐφ' ὧν καὶ ὁ κόσμος κρίνεται, οἳ καὶ Ἀγγέλους κρινοῦσιν. Ἐὰν οὖν ποτε πληθυνθῶσι ματαιολόγοι καὶ φρεναπάται, διδάσκοντες ἃ μὴ δεῖ, ἀνατρέποντες ὅλους οἴκους αἰσχροῦ κέρδους χάριν, καὶ ὁ ἐπιστομίζων ἐν Ἐκκλησίᾳ τοὺς τοιούτους μὴ ᾖ, μηδὲ καθαιρῶν αὐτῶν τὰ ἐπαιρόμενα ὑψώματα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἰδέναι δεῖ, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν παρακοὴν αὐτῆς ἐγκαταλέλειπται. Καὶ ἐὰν μηδεὶς ᾖ σοφὸς, ὁ δυνάμενος κρίνειν ἀνὰ μέσον τοῦ ἀδελφοῦ, ἀλλ' ἐπὶ τῶν ἀπίστων