1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

51

ἔδωκεν ὁ Θεὸς τὸ πρεσβυτέριον. Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμε λημένως βιούντων, προτιμοτέρους εὑρίσκεσθαι νέους. Ψευ δώνυμοι τοίνυν οἱ παρὰ Ἰουδαίοις πρεσβύτεροι· ἀφεῖλε γὰρ ὁ Θεὸς, ὡς πολεμιστὴν καὶ Προφήτην, οὕτω καὶ πρεσβύτε ρον, ἀπὸ τοῦ λαοῦ αὐτῶν. Ἡ δὲ Ἐκκλησία εὐχέσθω, μὴ ἀφαιρεθῆναι αὐτῆς πρεσβύτερον, τὸν τῆς προσηγορίας ἄξιον ταύτης. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐπὶ τοῦ Ἀβραὰμ με μαθήκαμεν· ὅτι πολυχρονιώτεροι μὲν αὐτοῦ πολλοὶ κατη ρίθμηνται ἐν ταῖς ἄνω γενεαῖς· ἔζησε δὲ Ἀδὰμ ἐννεακόσια καὶ τριάκοντα ἔτη, καὶ ἔζησε Μαθουσάλα ἐννεακόσια καὶ ἑβδομήκοντα ἔτη, καὶ ἀπέθανε· καὶ ἔζησε Νῶε ἐννεακόσια ἔτη· καὶ πρεσβύτερος ἐκείνων οὐδείς. Ἀλλ' Ἀβραὰμ πρεσβύτερος κατὰ τὴν μαρτυρίαν Σάῤῥας, λεγούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτε ρος. Πρεσβύτερος δὲ ἦν διὰ τὴν πολιώσασαν αὐτοῦ τὴν ψυχὴν ἀρετήν. 3.105 Καὶ πεντηκόνταρχον. Ἀφαιρήσειν μετὰ τῶν λοιπῶν ἀπειλεῖ Κύριος Σαβαὼθ καὶ πεντηκόνταρχον τῶν Ἰουδαίων. Τί τοῦτο λέγων; Ὅτι πᾶσαν τὴν εὔτακτον περὶ αὐτοὺς οἰκονομίαν καὶ διοίκησιν ἀφίησι συγχυθῆναι, ἀπὸ μέρους τὸ ὅλον λέγων. Χιλιάρχων γὰρ καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων καὶ δεκάρχων, κατὰ τὴν συμβουλὴν Ἰοθὼρ, ὑπὸ Μωϋσέως καταστάντων (ὥστε δια βαστάζειν αὐτοὺς τὸν λαὸν καὶ τὰ ἥσσονα κρίματα τῶν δεομένων κρίσεως ἐφ' ἑαυτοὺς ἀναδέχεσθαι) ἡ ἀπειλὴ αὐ τοῖς ἐστι, τὴν διακόσμησιν ταύτην ἀφαιρεθήσεσθαι. ∆ιὰ τοῦτο ἀφαιρεθήσεσθαι αὐτῶν καὶ πεντηκόνταρχον ἀπειλεῖ, πολεμιστὴν καὶ δικαστὴν καὶ στοχαστὴν καὶ Προφήτην καὶ πρεσβύτερον. 3.106 Καὶ θαυμαστὸν Σύμβουλον. Πολὺ τὸ ἀναγκαῖον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς πάντα, ἀλλὰ δεῖσθαι κοινωνῶν πλέον κατὰ τὴν τῶν συμφε ρόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς. Ὥστε ἀσυμβούλευτος ἄνθρωπος πλοῖόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐκδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμ βάνομεν, ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βου λευώμεθα, πῶς οὐχὶ τοὺς θαυμαστοὺς συμβούλους ἐπιζητη τέον ἡμῖν; Ἰουδαῖοι τοίνυν ἀφ' οὗ τὸ πονηρὸν συμβούλιον ἐποιήσαντο τὸ πῶς παραδώσουσι τὸν Κύριον, ἀφεῖλεν αὐτῶν ὁ Κύριος τὸν θαυμαστὸν Σύμβουλον, οὗ τὰς μὲν συμβουλὰς ἐθαύμαζον· Ἐξεπλήσσοντο γὰρ ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ταῖς δὲ παραι νέσεσιν οὐ προσεῖχον. Πῶς δὲ οὐ θαυμαστὸς Σύμβουλος, ὁ ἀντὶ τοῦ Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, συμβουλεύων, τῷ ῥα πίζοντι τὴν δεξιὰν σιαγόνα, στρέφειν αὐτῷ καὶ τὴν ἄλλην; μὴ ὀργίζεσθαι, μὴ δικάζεσθαι, μὴ ἐπιθυμεῖν τῶν αἰσχρῶν· ἐχθρὸν μὴ ἡγεῖσθαι, ἀλλ' ἀγαπᾷν τοὺς μισοῦντας; μὴ μεριμνᾷν περὶ τῶν φθαρτῶν, μὴ μετεωρίζεσθαι τὴν διάνοιαν· μὴ ζητεῖν παρὰ Θεοῦ τὰ μικρά, ἐν οὐρανῷ τὴν καρδίαν ἔχειν, ἐκεῖ μετατιθέντα τοὺς θησαυρούς; Θεῷ συνεῖναι, φιλάδελφον εἶναι; συμπαθῆ, κοινωνικὸν ὧν ἔχει; μὴ ἐν βρώμασι τὸ μιαρὸν, ἀλλ' ἐν καρδίᾳ καὶ προαιρέσει τίθεσθαι; Τοῦτον τὸν τὰ τοιαῦτα συμβουλεύοντα, οὕτω θεῖα καὶ θαυ μαστὰ, διὰ τὸ μὴ δεχθῆναι παρ' αὐτῶν, ἀφεῖλεν ὁ Κύριος. Οὐκέτι οὖν θαυμαστὸς παρ' αὐτοῖς Σύμβουλος. Εὐξώμεθα δὲ μὴ ἀποστερηθῆναι θαυμαστοῦ Συμβούλου τὴν Ἐκκλησίαν ταύτην, ἵνα, ἐπειδὰν καταλάβῃ τινὰ καιρὸς τῆς ὑπὲρ τῶν ἀναγκαίων βουλῆς, ἀπαντήσας εἰς τὸν οἶκον τοῦτον (τὸ κοινὸν τῶν ψυχῶν βουλευτήριον) εὕρῃ λόγον παρακλήσεως, οἷόν τι φῶς πρὸς τὴν εὕρεσιν τῶν ἀναγκαίων ταῖς ψυχαῖς ἐμποιοῦντα. Ὁ δὲ, παρούσης συμβουλῆς ἀγαθῆς, τῷ θε λήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς, ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις, τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι' οὓς καὶ τῶν δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν. 3.107 Καὶ σοφὸν ἀρχιτέκτονα. Μετὰ τὸ ἀρθῆναι ἀπὸ τῶν Ἰουδαίων τὴν ὠφέλειαν τοῦ θαυ μαστοῦ Συμβούλου (ὃς ἐδείκνυτο ὢν ὁ Κύριος