1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

52

ἡμῶν Ἰησοῦς Χριστὸς) ἤρθη ἀπ' αὐτῶν καὶ ὁ σοφὸς ἀρχιτέκτων, καὶ ἐγένετο Ἀπόστολος ἐθνῶν, ὁ Ἑβραῖος ἐξ Ἑβραίων, ὁ κατὰ νόμον Φαρισαῖος, Παῦλος, δοῦλος γενόμενος Ἰησοῦ Χριστοῦ, ὃν ἐδίωκε. Τίς ἡ τῆς ἀρχιτεκτονικῆς αὐτοῦ ἐπιστήμης ἀπόδειξις; Αὐτὸς γάρ φησιν· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα. Οἶμαι δὲ, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχιτεκτονεῖ Ἐκκλησίαν Θεοῦ, κατ' αὐτὸν τὸν Παῦλον λέγοντα· Συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, καὶ τὸ διὰ τῆς ἐπιχορηγίας τοῦ Πνεύματος συνοικοδομεῖσθαι καὶ αὔξειν εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Τοὺς οὖν ἀποβάλλοντας τὸν θαυ μαστὸν Σύμβουλον, τὸν Θεὸν Λόγον, ἐρήμους ἐποίησε τοῦ σοφοῦ Ἀρχιτέκτονος, τοῦ ἁγίου Πνεύματος. ∆ιὰ τοῦτο, μὴ ἔχοντες τὸν συναρμολογοῦντα αὐτοὺς καὶ συμβιβάζοντα, λελυμένοι εἰσὶ καὶ ἐσχισμένοι ἀπ' ἀλλήλων, γενέσθαι ναὸς Θεοῦ διὰ τῆς πνευματικῆς οἰκοδομῆς, μὴ δυνάμενοι. Ἀλλ' ἡμεῖς εὐξώμεθα, ἔχειν τὴν Ἐκκλησίαν τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος, ὥστε ἀναδείκνυσθαι ἡμῖν τοὺς πνευματικοὺς ἀρχιτέκτονας, ὁποῖος ἦν ὁ Βεσελεὴλ, ὃν ἐνέπλησεν ὁ Θεὸς Πνεῦμα θεῖον, Πνεῦμα συνέσεως καὶ ἐπιστήμης, ἀρχιτεκ τονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας. Καὶ συνε τὸν ἀκροατήν. Εἰ κατὰ τὸν Σολομῶντα, Λόγος πολυτελὴς εἰς οὖς εὐήκοον, ὅπου λόγος οὐκ ἔστιν, οὐδὲ ἀκοῆς χρεία. Ἐπεὶ οὖν ἤρθη ὁ θαυμαστὸς Σύμβουλος, ἀκολούθως συναφῃρέθη καὶ ὁ συνετὸς ἀκροατής. Ὅπου γὰρ ἀργύριον οὐκ ἔστι, τρα πεζίτης ἀργεῖ. Λυπηρὸν δὲ καὶ ὅταν λόγος μὲν ᾖ πλήρης νοημάτων καὶ κατὰ πραγμάτων φερόμενος, ὁ δὲ συνετῶς αὐτῶν ἐπαισθανόμενος μὴ παρῇ, τῷ μὴ ἔχειν τὰ ὦτα τῆς ψυχῆς, ἃ ὁ Κύριος πρὸς τὴν τῶν ἰδίων λόγων ἀκρόασιν ἐπιζητεῖ, λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. 3.108 Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμ παῖκται κυριεύσουσιν αὐτῶν. ∆ιπλῆ τιμωρία, καὶ ἀφαιρεθῆναι τὰ ἀγαθὰ, καὶ παραδοθῆναι τοῖς χείροσι. Μετὰ γὰρ τὸ ἀφελεῖν τὸν ∆εσπότην Κύριον ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν καὶ δι καστὴν, καὶ στοχαστὴν καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν Σύμβουλον, καὶ σοφὸν Ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατὴν, τότε ἠπείλησεν ὁ λόγος αὐτοῖς ἐπιπεμφθήσεσθαι νεανίσκους ἄρχοντας. Οὕτω χαλεπωτάτην οἶδε τιμωρίαν, ὑπὸ νεανίσκων ἄρχεσθαι καὶ διοικεῖσθαι πόλιν. Κοῦφον γὰρ ἡ νεότης καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι, ὕβρεις, ὑπερηφανίαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι πρὸς τὸ οἰκεῖον. Μυρίων κακῶν ἐσμὸς συνέζευκται τῇ νεότητι· ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους, διότι τὰ τῶν ἀρχόντων κακὰ συμφοραὶ τοῖς ἀρχομένοις γίγνονται. Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν. Τὰ μὲν ἀγαθὰ ἑνικῶς ἀπηγγέλλετο (ἰσχύοντα καὶ ἰσχύουσαν, πολεμιστὴν, δικαστὴν, προφήτην, στοχαστὴν, πεντηκόνταρχον, θαυμα στὸν Σύμβουλον, σοφὸν Ἀρχιτέκτονα, τὸν συνετὸν ἀκροα τήν) τῶν δὲ κακῶν ἡ ἀπειλὴ εἰς πλῆθος ηὔξησε· Νεανί σκους ἄρχοντας, καὶ Ἐμπαῖκται κυριεύσουσιν ὑμῶν. Οὐχ ὁ τὴν ἡλικίαν νέος κατηγορεῖται, ἀλλ' ὁ νεαρὸς τὸ ἦθος· οὐ γὰρ ὁ τῷ χρόνῳ ἐλλείπων πάντως ψεκτός, ἀλλ' ὁ κατὰ πάθος ζῶν. Ὁποῖος ἦν ὁ Ῥοβοὰμ, περὶ οὗ γέγραπται, ὅτι Καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ. ∆ιὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστής· Οὐαί σοι πόλις (φησὶν) ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου πρωῒ ἐσθίουσιν. Οὐ γὰρ ὁ τὴν ἡλικίαν νέος, ἀλλ' ὁ τὴν ψυχὴν ἀτελὴς, νεώ τερος καὶ ἐνταῦθα λέγεται. Ἐπεὶ τό γε τῆς ἡλικίας ὅτι οὐκ ἐμπόδιον τῷ βουλομένῳ ζῇν κατ' ἀρετὴν, ἐν τοῖς πρὸς Ἱερεμίαν λόγοις ὁ Κύριος ἔδειξεν, εἰπών· Μὴ λέγε, ὅτι νεώτερός εἰμι. Οὐ γὰρ ἠρνήσατο αὐτὸν εἶναι νεώτερον· ἀλλ' ἔφη μὴ εἶναι ἐμπόδιον αὐτῷ τὴν νεότητα διὰ τὴν τελείω σιν τῆς ψυχῆς· Ὅτι πρὸς πάντας, πρὸς οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ. Τῷ γὰρ φρονήματι ἑώρακα πρεσβυτικὸν τυγ χάνοντα, ὁ βλέπων τὴν σεμνότητα τῆς ἐν τῷ