1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

53

κρυπτῷ πολιᾶς. 3.109 Ἐμπαῖκται δὲ κυριεύσουσιν, τῶν παραστησάντων ἑαυτοὺς δούλους τῇ ἁμαρτίᾳ. Ἐὰν γὰρ γένηται κύριος αὐτῶν ὁ κοινὸς ἐχθρός, οὐχὶ ὡς ἰδίοις κέχρη ται, ἀλλὰ παρακέχρηται ὡς ἀλλοτρίοις. Ἐμπομπεύει γὰρ τῷ παγιδευθέντι ὑπὸ τῆς ἁμαρτίας ὁ κοινὸς ἡμῶν πολέμιος, ἐπεμ βαίνων καὶ κατεπαιρόμενος ἡμῶν, καὶ οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν, οὗ ἀπεστασίασεν ἡμᾶς, καὶ δημοσιεύων ἡμῶν τὴν ἀσχημοσύνην, οὐ παύεται θριαμβεύων τοὺς αἰχμα λώτους καὶ ἐμπαίζων τοῖς ὑποχειρίοις. Ἐπειδὴ γὰρ αὐτὸς πε ποίηται εἰς τὸ ἐγκαταπαίζεσθαι (Τοῦτο γάρ ἐστι, φησὶν, ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ· καὶ ὁ ψαλμός· ∆ράκων οὗτος, ὃν ἔπλασας, ἐμπαίζειν αὐτῷ) περιτρέψας ἡμῖν ἅπερ αὐτὸς πάσχειν ὤφειλεν, κυριεύει ἡμῶν διὰ τῶν ἐμπαιγμῶν. Ὅθεν ὁ τῆς ἐκ τοῦ διαβόλου ἐνεργηθείσης εἰς αὐτὸν ἁμαρτίας αἰσθό μενος, Ὅτι αἱ ψόαι μου, φησὶν, ἐπλήσθησαν ἐμπαιγμάτων. Καὶ σχεδὸν ὥσπερ ὁ Σαμψὼν, λάφυρον γενόμενος διὰ τῆς πορνείας τοῖς ἀλλοφύλοις, ἀποτυφλωθεὶς παρ' αὐτῶν, προ ήχθη τοῦ ἐμπαιχθῆναι, οὕτω καὶ πᾶς, ὃν ἂν ἀποτυφλώσῃ ἡ ἁμαρτία, ἐμπαίζεται παρὰ τῶν ἀλλοτρίων. Τούτους δὲ τοὺς ἐμπαίζοντας οὐκ αὐτὸς ἐπιστήσειν ὁ Κύριος ἀπειλεῖ, ὥσπερ τοὺς νεανίσκους ἄρχοντας, ἀλλ' ἀφ' ἑαυτῶν ἔφη κυριεύσειν, ἐξ ὧν ἂν ἕκαστος ἑαυτῷ διὰ τῶν ἔργων τὸ κυ ριευθῆναι παρ' αὐτῶν ἐπισπάσηται. Τάχα οὖν διὰ τὸ ἐμπαῖξαι τῷ Κυρίῳ πρὸ τοῦ σταυροῦ τοὺς μέλλοντας σταυροῦν, παρε δόθησαν νεωτέρᾳ ἀρχῇ τῇ τῶν Ῥωμαίων· ἐμπαῖκται δὲ κατεκυρίευσαν αὐτῶν, οἱ τὴν ἀλήθειαν μὴ ἔχοντες παρ' ἑαυ τοῖς. Κἂν Ἐκκλησίαν δὲ ἴδῃς ὑπὸ τῶν ἐν πανουργίᾳ δουλούντων τὸν λόγον ἀγομένην καὶ ὑπὸ τῶν ἐν ὑποκρίσει ψευδολόγων, γίνωσκε ὅτι ἐμπαῖκται κυριεύουσιν αὐτῆς, οἱ διὰ τῆς χρηστολογίας καὶ πιθανολογίας ἐξαπατῶντες τοὺς ἀκεραιοτέρους. 3.110 Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Ἄντικρυς τὰ πρὸ τῆς ἁλώσεως Ἱεροσολύμων (τῆς τελευ ταίας ταύτης, μεθ' ἣν τῇ διασπορᾷ παρεδόθησαν) διηγεῖται ὁ Προφήτης, οὐκέτι δι' αἰνιγμάτων προφητικῶν προάγων τὸν λόγον, ἀλλὰ γυμνῶς καὶ ἀναφανδὸν αὐτὰ τὰ πράγματα διη γούμενος· ὅτε, συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμένων αὐτοῖς πο λεμίων, εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτομένων, τῶν πολεμίων εἰσχεομένων, ὑπὸ φι λαρχίας καὶ φιλοπρωτείας ἀλλήλοις ἀντεπῄεσαν. Καὶ ταῦτα ἔπασχον διὰ τὸ ἀρθῆναι ἀπ' αὐτῶν Προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ θαυμαστὸν Σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρχοντας νεανίσκους καὶ ἐμπαίκτας αὐτῶν κυριεῦ σαι. Καὶ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτι μος πρὸς τὸν ἔντιμον. Ἐπεξέρχεται τοῖς τῆς συγχύσεως ἰδιώμασιν. Ἴδιον γὰρ στάσεως τὸ μηδὲν διακρίνειν, ἀλλὰ καὶ τὸν παῖδα δυσαρεστεῖσθαι τῷ πρεσβύτῃ, καὶ προσ κόπτειν αὐτοῦ τοῖς διδάγμασι· καὶ ὁ ἄτιμος διὰ τὸ ἐν πάθει ἀτιμίας ἐνυβρίσθαι, σεμνότερον ἑαυτὸν βουλήσεται νομίζε σθαι τοῦ τιμίου. Φοβοῦμαι δὲ μὴ καὶ ἐφ' ἡμᾶς φθάνῃ ταῦ τα, καὶ ἐπὶ τοῦ παρόντος καιροῦ ὦσιν αἱ προφητεῖαι αὗται· ὅτε παῖδες νέοι τὴν ἡλικίαν, νεαρώτεροι τὸν τρόπον, τοῖς πρεσβυτέροις τῆς Ἐκκλησίας προσκόπτουσι, μήτε τὰς ἱερουργίας αὐτῶν προσιέμενοι, μήτε τὴν πρέπουσαν εὐτα ξίαν τῆς Ἐκκλησίας φυλάσσοντες. Καὶ ὅταν δὲ οἱ κακῶς βεβιωκότες κατὰ τῶν εὐπολιτεύτων στρατεύωνται, οἱ ἄτι μοι τοῖς ἐντίμοις προσκόπτουσιν. Ἢ γὰρ οὐχ ὁρῶμεν ἄνδρας καθ' ἑκάστην ἡμέραν ἀπὸ μέθης καὶ γαστριμαργίας, ἀπὸ τῶν χαμαιτυπιῶν ἀνισταμένους, καὶ περὶ Θεοῦ διαλε γομένους καὶ κρίνοντας τοὺς τιμίους τοῦ λαοῦ; 3.111 Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ πλησίον τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις· ἀρ χηγὸς ἡμῶν γενοῦ· καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Σαφῶς καὶ ταῦτα ἐπὶ τὸν καιρὸν φέρει τῆς Ἰουδαϊκῆς