54
ἁλώσεως, ὅτε ἐκτετηκότες λιμῷ, ὡς καὶ εἰς ἀλληλοφαγίαν αὐτοὺς ἐκπεσεῖν, τοῖς δοκοῦσιν εὐπορεῖν προσεχώρουν τὰς προστασίας αὐτῶν ἐπικαλούμενοι· Ἱμάτιον ἔχεις· ἀρχηγὸς ἡμῶν γενοῦ. Ὁ ἀληθῶς ἄρχων οὐκ ἐκ τῶν ἔξωθεν συμβό λων γνωρίζεται, οἷον πορφύρας, χλανίδος καὶ διαδήματος, ἀλλ' ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν. Ὁ γὰρ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν καὶ ἀγόμενος ἐπιθυμίαις ποικίλαις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτήδειός ἐστι πρὸς τὸ ἄρχειν. Ἐν ταῦθα μέντοι ἡ μαρτυρία τοῦ δύνασθαι ἄρχειν οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν κεκοσμῆσθαι, ἀλλ' ἀπὸ τῆς τῶν ἱματίων περι βολῆς. Ἀλλ' ἡμεῖς εὐξώμεθα, τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν καὶ καθηγουμένους τοῦ λαοῦ μὴ ἐκ τῆς ἔξωθεν περιβολῆς καὶ τοῦ ἐπιφερομένου σχηματισμοῦ τὴν μαρτυρίαν ἔχειν, ἀλλ' ἀπ' αὐτῆς τῆς ἀληθείας, ὥστε λέγειν ἡμᾶς· οὐκ ἐπει δὴ τὸ ἔξωθέν σου κεκόσμηται καὶ ἱκανῶς σοι πλάσμα τῆς εὐσεβείας κατώρθωται, ἀλλ' ἐπειδή σου τὴν ψυχὴν ἐνέδυσεν ὁ Θεὸς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης καὶ παντὶ πλούτῳ σε ἐμεγάλυνεν, ἀρχηγὸς ἡμῶν γενοῦ, ὅπως ἂν ἀπὸ τῆς ἐν λόγῳ καὶ σοφίᾳ καὶ ἔργοις ἀγαθοῖς περιουσίας εὐθηνίαν ἡμῖν ἐκ τῆς σῆς διακονίας τῶν πνευ ματικῶν εὕρωμεν ἀπολαύσεων. Καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω, τουτέστι τὸ σιτομέτριον ὑπὸ σὲ ἔστω. 3.112 Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· Οὐκ ἔσομαι ἀρχηγὸς ὑμῶν· οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον. Ἔτι τὰ κατὰ τὴν στάσιν, ὡς πρὸς τὴν ἱστορίαν, ὁ λό γος αἰνίσσεται, τὴν εἰς ἔσχατον πτῶσιν τοῦ λαοῦ διηγούμε νος, ὡς μηδὲ μέχρις ἑνὸς ἱματίου εὐπορούντων, τῶν εἰς προστασίαν παρ' αὐτῶν ἑλκομένων. ∆είκνυσι δὲ τὸ στασια στικὸν τῆς στάσεως τῶν πραγμάτων, τὸ μὴ ἐκ συμφώ νου, μηδὲ ἐκ συμπνοίας πάντας ὁρμᾷν ἐπὶ τὴν ἐκλογὴν τοῦ δυναμένου ἄρχειν αὐτῶν· ἀλλ' ἕκαστον τοῦ προστυ χόντος ἐπιλαμβάνεσθαι καὶ μὴ τὸν ἄξιον αἱρεῖσθαι, ἀλλὰ τὸν αὐτῷ οἰκεῖον· μηδὲ τὸν σώζειν δυνάμενον, ἀλλὰ τὸν κατὰ γένος αὐτῷ διαφέροντα· Ἐπιλήψεται γὰρ (φησὶν) ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ. Ὅπερ ἀπείη ἐν ταῖς τῶν Ἐκκλησιῶν προστασίαις γε νέσθαι, ὥστε τὸν τυχόντα τοῦ τυχόντος ἐπιλαμβάνεσθαι, καὶ τὸν ἀποροῦντα γαμικῶν ἐνδυμάτων καὶ κόσμου τοῦ πρέποντος ἐστερημένον· πτωχεύοντα βρωμάτων πνευματι κῶν, καὶ οὐκ ἔχοντα ἐν τῇ οἰκίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς καρδίας αὐτοῦ, ἄρτον ἀληθινὸν καὶ ζῶντα, δυνάμενον στηρίζειν τὴν καρδίαν ἀνθρώπου. Νῦν δὲ φοβοῦ μαι, μὴ ἐν μὲν τῇ Ἰουδαϊκῇ στάσει ἦσάν τινες, οἱ ἀναξίους ἑαυτοὺς τοῦ ἑτέρων ἄρχειν ἡγούμενοι, διὰ τὴν συναίσθησιν τῆς ἐνυπαρχούσης αὐτοῖς πτωχείας· ἐπὶ δὲ τῶν παρόντων, κἂν μὴ ὦσί τινες ἐνδεδυμένοι Χριστὸν, μηδὲ σπλάγχνα οἰκτιρμοῦ, κατὰ τὸν Ἀπόστολον, κἂν ἐπιλάβηταί τις, οὐκ ἀντιλέγουσι, κἂν μὴ ἐπιλάβηται, εἰσωθοῦνται πολλοὶ, σπου δάρχαι δὲ πολλοὶ αὐτοχειροτόνητοι, τὴν παροῦσαν λαμπρό τητα διώκοντες, τὴν δὲ μέλλουσαν κρίσιν μὴ προορώμενοι. Ἀλλ' οὐ Μωϋσῆς τοιοῦτος· ἀλλ' ὁ πάντα εὐπειθὴς καὶ εὐήκοος, ὅτε ἀπεστέλλετο πρὸς τὸν λαόν· ∆έομαι (φησὶ) Κύριε, προχείρισαι ἄλλον, ὃν ἀποστελεῖς. ∆ι' ὃ καὶ οἱονεὶ φιλονεικότερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν, αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ ἄξιος εἶναι τοῦ προεστάναι δεικνύς. ∆ιὸ καλῶς ἔχει τὸ παράγ γελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας. Ὁ μέντοι προφητικὸς λόγος τὴν παραί τησιν τῶν ἑλκομένων ἄρχειν ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι· οὐ γὰρ εἶπεν ἁπλῶς· Οὐκ ἔσομαι ἀρχηγός· ἀλλὰ μετὰ προσθήκης· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν. 3.113 Ὅτι ἀνεῖται Ἱερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Ἡ γὰρ τέως συνεχομένη ὑπὸ τῆς χειρὸς τοῦ Κυρίου Ἱε ρουσαλὴμ τῷ δεσμῷ τῆς συναφείας, ἀνεῖται νῦν καὶ ἐκβέ βληται. Καὶ ἡ Ἰουδαία συμπέπτωκε, τῶν στηριγμάτων αὐτῆς ὑφαιρεθέντων. Καὶ οὐχὶ τὰ μὲν πάθη τοιαῦτα; ἐπι μέλεια δὲ