1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

56

δήσαντες τὴν δικαιοσύνην, δήσαντες τὸν Σωτῆρα, δήσαντες τὸν ἰατρὸν, δήσαντες τὸν ἐλευθερωτήν (ἅπερ πάντα ἐστὶ, κατὰ ποικίλην τὴν περὶ αὐτοῦ ἐπίνοιαν, ὁ Χριστός) ἐστέρηνται φωτὸς, ἐστέρηνται λόγου, ἐστέρηνται ἀληθείας· ἀδικίᾳ συζῶσιν, ἀνίατα νοσοῦσιν. Ταῦτά ἐστι τὰ γεννή ματα τῶν ἔργων, ἃ ἐσθίουσιν. 3.115 Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Περὶ τῆς θείας κρίσεως, τῆς ἀνταποδιδούσης ἑκάστῳ τὰ πρὸς ἀξίαν, ταῦτα εἰρῆσθαί φαμεν. Εἰ δὲ διὰ τοῦτο· Οὐαὶ τῷ ἀνόμῳ, ὅτι Πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ, ᾧ μὴ προεχώρησεν εἰς ἔργον ἡ ἀδικία, ἀλλ' ἐν τῷ κρυπτῷ τῆς καρδίας συνετελέσθη, ἆρα οὐκ ἐπαχθήσεται ἡ κόλασις, ὥστε ἐφαρμόσαι τὸ Οὐαὶ καὶ αὐτῷ; Ἢ τὸ τέλειον εἰπὼν ἐν κακίᾳ, σοὶ νοεῖν τὸ λεῖπον ἐξ ἀναλογίας κατέλιπε. Τελεία μὲν γὰρ κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρ τάνειν· ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διά νοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων, ἀλλ' ὅσον ἐλλείπει τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαιρεθήσεται. Οὐαὶ οὖν τῷ ἀνό μῳ, ὅτι πονηρὰ αὐτῷ κατὰ τὰ ἀνομήματα καὶ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ, διότι αἱ χεῖρες ὄργανά εἰσι τῆς ἐννοίας. Ὡς ἂν οὖν κινῇ τὸ κατάρχον, οὕτω κινεῖται τὸ ἐνεργοῦν. 3.116 Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Ἀνακαλουμένου τὸν λαὸν ἡ φωνὴ καὶ συναλγοῦντος τοῖς κα κουμένοις, Λαός μου. Πρὶν δῆσαι τὸν ∆ίκαιον, πρὶν τὴν χρῆσιν αὐτοῦ παραιτήσασθαι, τί πεπόνθατε; Νῦν κατάχρεοι γεγένη σθε πολλῶν ὀφλημάτων. ∆ιὰ τοῦτο τοῖς ἐκπράσσουσιν ὑμᾶς τὴν ὀφειλὴν ἔκδοτοι γεγένησθε, οἳ ἐπειδὴ δράγματα ἐν ὑμῖν οὐχ εὑρίσκουσιν, οὐδὲ καρπῶν εὐθηνίαν, καλαμῶνται ὑμᾶς, μικροὺς καὶ εὐτελεῖς, κατακεκλασμένους καρποὺς τῶν ψυχῶν ὑμῶν ἐκλέγοντες. Τοιοῦτοι δέ ἐσμεν, μικροπρεπῶς καὶ εὐ τελῶς καὶ ἀκάρπως μετανοοῦντες. Ὃ γὰρ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὁ τοίνυν τῇ ἀξιολόγῳ μεταμελείᾳ πλου σίως σπείρων εἰς τὸ Πνεῦμα, ἐλεημοσύνην, εὐσπλαγχνίαν, ἱκε σίαν, δικαιοσύνην, δάκρυον διηνηκές, οὗτος, σπείρων ἐν δάκρυ σιν, ἐν ἀγαλλιάσει θερίσει, αἴρων τῆς μετανοίας τὰ δράγματα, ὥστε τῷ πράκτορι ὅλον ἀποτίσαι τὸ χρέος. Ὁ δὲ, μεταμε λείᾳ τῶν προημαρτημένων, μικρὰ σπείρων ἐν ἐλεημοσύνῃ, ἐν προσευχῇ, ἔρημον καρποῦ καλάμην τρέφων, οὐδὲ ταύτην ὑπὸ τοῦ πράκτορος ἔχειν συγχωρηθήσεται. Τίς δὲ ὁ πράκτωρ οὗτος, ἐκ τῆς κατὰ τὸ Εὐαγγέλιον παραι νέσεως διδαχθῶμεν, τοῦ Κυρίου λέγοντος· Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν Κριτὴν, καὶ ὁ Κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλῃ εἰς φυλακήν. Νόησον γὰρ ἐκεῖ τὸν ἀντίδικον καὶ τὴν ὁδόν· εἶτα τὸν ἄρχοντα τὸν προεστῶτα τοῦ ἀντιδίκου ἡμῶν. Ὁδὸς μὲν γὰρ, ὁ βίος ἡμῶν· ἀντίδικος δὲ, ἡ ἀντιπαλαίουσα ἡμῖν δύναμις καὶ παρεπομένη τῷ βίῳ, πάσῃ μεθοδείᾳ μηχανω μένη ἐκτρέψαι ἡμᾶς τῆς πρὸς Θεὸν ἀγούσης ὁδοῦ· ἄρχων δὲ (ὁ τοῦ κόσμου τούτου ἄρχων) περὶ οὗ ὁ Κύριος εἴρηκε· Νῦν ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑ ρήσει οὐδέν. Ἀλλ' ἐν μὲν τῷ Κυρίῳ εὗρεν οὐδὲν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τῷ πεπειραμένῳ κατὰ πάντα καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας. 3.117 Ἐπειδὰν οὖν εὕρῃ ἐν ἡμῖν πολλὰ, πολλαῖς ἡμᾶς σειραῖς, αἷς ἑαυτοὺς κατεδήσαμεν, τῶν ἑαυτοῦ ἁμαρτιῶν ἐπισυρόμενος, παραδώσει τῷ Κριτῇ. Ὁ δὲ Κριτὴς, ᾧ πᾶσαν κρίσιν ἔδωκεν ὁ Πατὴρ, παρὰ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ ἐλεγχθέντας ἐπὶ πολλοῖς ἐγκλήμασι παραλαβὼν παραδώσει τῷ πράκτορι, τῷ ἐπὶ τῶν κολάσεων τεταγμένῳ· ὃς βαλεῖ εἰς τὴν φυλακήν, τουτέστιν εἰς τὸν τόπον τῆς κολάσεως, δι' ἐπιπόνων μαστίγων ἀπαιτῶν καὶ ἐκπράσσων μέχρι καὶ τῶν μικροτάτων καὶ μετὰ καταφρονήσεως παρ' ἡμῶν ἁμαρ τανομένων. ∆ιὸ συμβουλεύει ὁ Κύριος, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ μετὰ τοῦ ἀντιδίκου, δοῦναι ἐργασίαν ἀπηλλάχθαι αὐ τοῦ, τουτέστι ποιεῖν