58
ἠνόμησεν ὁ λαὸς, τοιαῦτα δὲ αὐτῷ ἐπήγαγεν ὁ Κύριος. ∆ιὰ τὸ οἱονεὶ ἀποδειχθῆναι ὀφείλειν τὰ περὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ, ὅτι οὐχ ὑπερέβη τὸ μέτρον τῶν ἀδικημάτων ἐν τῷ πλήθει τῆς τιμωρίας, εἴρηται τὸ Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, ἵνα τὸ Νῦν τοῦτο τῷ μέλλοντι αἰῶνι ἀντιδιαστέλληται. Ἢ μήποτε τὸ Νῦν ἐφ' ἡμῶν μὲν τὸ ἀκαριαῖον καὶ τὸ ἀδιαίρετον τοῦ χρόνου σημαίνει· ἐπὶ δὲ Θεοῦ πάντα κατὰ τὴν τοῦ Νῦν αἴσθησιν παράκειται. Οὐδὲν γὰρ αὐτῷ παρῆλθεν, οὐδὲ μέλλει, ἀλλὰ πάντα ἐνέστηκε· καὶ τὰ πόῤῥω θεν ἡμῖν προσδοκώμενα, ὡς ἤδη παρόντα ὑπὸ τοῦ θείου ὀφθαλμοῦ καθορᾶται, ὥστε ἐπὶ Θεοῦ τὸ Νῦν καὶ τὸν μέλ λοντα αἰῶνα συμπαραλαμβάνειν. Ἐπεὶ οὖν οὐ μακράν ἐστιν ὡς πρὸς τὸν Θεὸν, ὁ ὡρισμένος τῆς κρίσεως καιρὸς, ἐπὶ τὴν καθολικὴν κρίσιν ἀναφέρεσθαι τὸ Νῦν ἐξειλήφα μεν. Καταστήσεται δὲ εἰς κρίσιν, ἐξαπλῶν τοὺς λόγους τῆς δικαιοσύνης αὐτοῦ, καθ' οὓς ἐπὶ τοῖς αὐτοῖς ἔργοις δικαίαν ποιεῖται τῶν τοιῶνδε κολάσεων τὴν ἀνταπόδοσιν, ὥστε καὶ τοὺς καταδικαζομένους συντίθεσθαι τὴν κατ' αὐ τῶν ἀποφανθεῖσαν κρίσιν ὡς δικαιοτάτην. 3.120 Καὶ στήσει εἰς κρίσιν τὸν λαὸν τὸν Ἰσραηλιτικόν. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τοὺς δὲ λοιποὺς λαοὺς, οὐκέτι· διότι Ὅσοι ἀνόμως ἥμαρ τον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ Οἱ ἀσεβεῖς οὐκ ἀναστή σονται ἐν κρίσει, ἀλλ' ἐν κατακρίσει. Παντὶ δὲ νομοθέτῃ πρὸς τοὺς κατὰ τὸν ὑπ' αὐτοῦ γεγραμμένον νόμον κρινο μένους κρίσις ἐστὶν ἐν τῇ παρεξετάσει τῆς τε πράξεως καὶ τοῦ βουλήματος τοῦ νομοθέτου. ∆ιὸ καὶ ὁ Κύριος· Ὁ λόγος (φησὶν) ὃν ἐλάλησα, αὐτὸς ὑμᾶς κρινεῖ, ὅτι οἱ λογισμοὶ ἀλλήλοις ἀντικαθίστανται· ὅ τε παρὰ τοῦ Κυρίου ὑπο βληθεὶς, καὶ ὁ πρὸς τὴν ἁμαρτίαν ἐκκαλεσάμενος. Κατὰ γὰρ τὸν Ὠσηὲ, κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Ὀψόμεθα γὰρ ἅμα πάντα οἱονεὶ παρεστῶτα ἡμῖν τὰ ἔργα διὰ τῆς μνήμης, καὶ φαινόμενα ἀντιπρόσωπα τῇ διανοίᾳ ἡμῶν μετὰ τῶν ἰδίων τύπων, ὡς ἕκαστον πέπρακται, ἢ ὡς λελά ληται. Ἐπειδὰν γὰρ ἐπιδείξῃ τὰ καθ' ἑαυτὸν πάντα ἀνελ λιπῶς πεποιηκότα περὶ τὴν, ὧν εἴληφεν, ἐθνῶν ἐπιμέλειαν ὁ Κύριος, νικᾷν λέγεται ἐν τῷ κρίνεσθαι πρὸς ἡμᾶς. Οὐ μὴν χρόνους γε προσήκει νομίζειν καταναλωθήσεσθαι εἰς τὸ ἕκαστον ἰδεῖν ἑαυτὸν μετὰ τῶν ἑαυτοῦ πράξεως, καὶ τὸν κριτὴν καὶ τὰ ἀκόλουθα τῷ θείῳ δικαστηρίῳ ἀφάτῳ δυ νάμει ἐν ῥοπῇ καιροῦ φαντασιουμένου τοῦ νοῦ καὶ πάντα ἀναζωγραφοῦντος ἑαυτῷ, καὶ οἱονεὶ ἐν κατόπτρῳ τῷ ἡγε μονικῷ ἐνορῶντος τοὺς τύπους τῶν πεπραγμένων. 3.121 Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυ τέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Πῶς καὶ σφοδροτέραν τὴν συγκίνησιν ὁ λόγος ἐμφαίνει ἐν τῷ Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει· ἐπὶ μὲν γὰρ τοῦ λαοῦ εἴρη ται τὸ Καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρί σιν τὸν λαὸν αὐτοῦ· ἐπὶ δὲ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχόν των τὸ Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει. Πρῶτον μὲν, ἵνα δι δαχθῶμεν, ὅτι ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι κριθησόμεθα ὁ λαὸς, οἱ πρεσβύτεροι, οἱ ἄρχοντες. Ὁ μὲν γὰρ ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσον ται. ∆ῆλον δὲ ὅτι εἰς κρίσιν ἐρχόμενος, οὐκ ἐπὶ τῷ κρῖναι, ἀλλ' ἐπὶ τῷ διακρῖναι ἥξει. Οὐ γὰρ τοῦ κρίνοντός ἐστι μετὰ τῶν κρινομένων ἔρχεσθαι πρὸς τὴν κρίσιν, ἀλλὰ τῶν κρινο μένων μετ' ἀλλήλων ἀπαντᾷν πρὸς τὸν κρίνοντα. Ἐλθὼν δὲ εἰς κρίσιν μετ' αὐτῶν, εὐθὺς καὶ ἐγκαλέσει ἐλεγκτικῶς, λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατέ μου τὸν ἀμπελῶνα καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδι κεῖτε τὸν λαόν μου; Βουλευσώμεθα, οἱ πρεσβύτεροι καὶ οἱ ἄρχοντες τοῦ λαοῦ, τί ἀποκρινώμεθα τῷ ἐγκαλοῦντι· μᾶλ λον δὲ εὐξώμεθα, μὴ ἐφευρεθῆναι τὰ ἄξια τοῦ ἐγκαλεῖσθαι τὰ τοιαῦτα. ∆ῆλον γὰρ, ὅτι πρὸς ἡμᾶς ὁ λόγος, τοὺς μὲν ἐν πρεσβυτερίῳ, τοὺς δὲ ἐν μείζονι τιμῇ τοῦ λαοῦ προε στῶτας. Ἐπίστευσα ὑμῖν ἄμπελον εὐθηνοῦσαν, πᾶσαν ἀλη θινὴν, εἰς τὸ ποιεῖν αὐτὴν τοὺς δέοντας καρποὺς διὰ τῆς ἐπι μελείας ὑμῶν· ὑμεῖς δὲ οὐ μόνον ἀπεχερσώσατε αὐτὴν, ἀλλὰ καὶ προσενεπρήσατε. Τοῦτο δὲ