1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

59

γίνεται, ὅταν πρὸς τῷ μὴ διδάσκειν τὰ δέοντα, ἔτι καὶ τὸν ἐκ τῆς δυσσεβείας ἐμπρησ μὸν, οἷόν τινα φλόγα ἕρπουσαν πανταχοῦ καὶ ἀεὶ τὰ συνεχῆ ἐπιλαμβανομένην καὶ εἰς τὸν ἀμπελῶνα παραδεξώμεθα. Οἱ τὰ τέως θάλλοντα καὶ εὐθηνοῦντα τὰ κλήματα ξηρὰ καὶ ἀπρεπῆ καὶ ἄκαρπα ἐπιδεικνύοντες, καὶ οἱ τὰ ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐγγινόμενα πάθη μὴ σβεννύντες, ἀλλὰ τῇ ἐκλύσει τοῦ βίου τοῦ καθ' ἑαυ τοὺς πολλὰ γίνεσθαι συγχωροῦντες, ἐμπυρίζουσι τὸν ἀμ πελῶνα. Ἀλλὰ καὶ ὁ, διὰ τῆς ἡδείας πλεονεξίας, πολλοὺς εἰς τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν προκαλούμενος, ἐμπυρίζει τὸν ἀμπελῶνα. Ἐπισυνάπτει γοῦν τὸ Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Ὥστε καὶ οἱ ἄδικον κτῆσιν ἀπὸ ἁρπαγῆς καὶ βίας συλλέγοντες, αἰτίαν τοῦ ἐμπρησμοῦ τῷ ἀμπελῶνι παρέχουσιν, ἐκ τοῦ πονηροῦ ὑποδείγματος τοῦ κατὰ τοὺς προεστῶτας καὶ τοῦ λαοῦ παντὸς εἰς τὴν κατ' ἀλλήλων πλεονεξίαν παιδοτριβουμένου. Πρεσβύτεροι οὖν καὶ ἄρχοντες, οἱ μὴ διὰ τῆς ὑγιαινούσης διδασκαλίας καὶ τῶν κατὰ τὸν ἴδιον βίον ἀγαθῶν ὑποδειγμάτων τὸν ἀμπελῶνα γεωργοῦντες, ταῦτα ἐγκληθησόμεθα. Εὐλόγως δὲ καὶ ἀκουσόμεθα τὸ Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν· ἐὰν τὰ εἰς λόγον τῆς ἀναπαύσεως τῶν πενήτων διδόμενα, ἐν τοῖς οἴκοις ἔχωμεν, ἀποστεροῦντες τοὺς ἐνδεεῖς. 3.122 Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; Ἔθος τοῖς ἀδικοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλῶνται παρὰ τῶν ἠδικημένων, ὕβρεσι καὶ λοιδορίαις καταισχύνειν αὐτοὺς ἐξευτελίζοντες καὶ πληγὰς ἀπειλοῦντες καὶ ὡς φιλο πράγμονας διαβάλλοντες. Οὐ μόνον οὖν (φησὶν) ἀδικεῖτε τὸν πένητα (εὐδιάρπαστον ὄντα, καὶ εὐεπιβούλευτον διὰ τὴν ἐρη μίαν) ἀλλὰ καὶ καταισχύνετε τὰ πρόσωπα τῶν πτωχῶν. Τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας αἰσχύνην, ταύτην ἐκ τῆς τυραννίδος ὑμῶν τοῖς πτωχοῖς περιτρέπετε, μάρτυρας ἀνα πείθοντες, συνηγόρους μισθούμενοι, τοὺς δικάζοντας παρα πείθοντες, ἕως ἂν πρὸς τῇ λοιπῇ ἀδικίᾳ καὶ τὴν ἐκ τῆς συ κοφαντίας αἰσχύνην τοῖς πένησι περιστήσητε. Γίνεται δὲ καὶ ἄλλως ἡμέτερον τὸ ἔγκλημα, ὅταν ἐν τοῖς ὁμοίοις πταίσμασι τῶν μὲν πενήτων σφοδρῶς καθαπτώμεθα, δημοσιεύοντες μὲν αὐτῶν τὰ πταίσματα καὶ μηδενὸς ὀνείδους φειδόμενοι, ἐνεπιδεικνύμενοι δὲ τὸν τοῦ Θεοῦ ζῆλον τοῖς πέ νησι καὶ ἐκ τούτου τὰ πρόσωπα αὐτῶν καταισχύνοντες. Ἐπεὶ δέ εἰσί τινες πτωχοὶ μακαριζόμενοι, οἱ διὰ τὴν θεοσέ βειαν πάντων καταφρονήσαντες καὶ (ἐπ' ἐλπίδι τοῦ κατὰ Θεὸν πλούτου) τῆς κοσμικῆς περιουσίας ὑπεριδόντες, οἱ κακῶς προεστῶτες τοῦ λαοῦ, ἀντὶ τοῦ μακαρίζειν τοὺς οὕ τω πτωχεύοντας, διαβάλλοντες καὶ ἐξουθενοῦντες καὶ τὴν ἐπαινετὴν αὐτῶν ταπεινοφροσύνην ἐξευτελίζοντες, εἰκότως ἐγκαλοῦνται, μάλιστα ἐὰν πρεσβύτεροι ὦσιν, ἢ ἄρχοντες, ὡς τὰ πρόσωπα τῶν ἁγίων πτωχῶν καταισχύνοντες. Ὁποῖ ος ἦν πτωχὸς Ἰωάννης, μὴ οἶκον ἔχων, μὴ οἰκέτην, μὴ βοῦν ἀροτῆρα, μὴ γήδιον, μὴ κλίνην, μὴ τράπεζαν, μὴ ἄρτον. Ὁποῖος Ἡλίας. Ὁποῖος τῶν Ἁγίων ἕκαστος, οἳπεριῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. 3.123 Τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθησαν αἱ θυγα τέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύ μασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπει νώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Εἰ καὶ μείζονά τινα προηγουμένως ἐμφαίνει ὁ λόγος, ἀλλ' ὅμως ἔχει τι καὶ αὐτόθεν τοῖς πλήθεσι χρήσιμον καὶ ἐπι στρεπτικὸν τὰ λεγόμενα. Συστέλλει γὰρ ἀκολάστων γυναικῶν τὴν ζωὴν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ στολῇ τὴν πρὸς πορνείαν εὐκολίαν ἐπιδεικνυμένων. Ὅταν γὰρ ἐπὶ τῷ κάλλει τοῦ σώματος μεγαλοφρονοῦσαι ὑπεραίρωσιν ἑαυ τὰς τῶν λοιπῶν, ματαίῳ φρυάγματι κεχρημέναι καὶ ἐπαιρό μεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι, εἶτα ὑψη λὸν μὲν τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μὲν γὰρ σεμνὴ