60
γυνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὸ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλλους προαιρουμένη, πορεύεται ὑψηλῷ τρα χήλῳ. Καὶ ἐν νεύμασιν ὀφθαλμῶν. Γυναικὸς πορνείας πνεούσης τὸ κατηγόρημα, περίεργα βλέπειν τῷ ὀφθαλμῷ, τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύειν τῷ βλέμματι, ἐμμειδιᾷν, τοῖς ὀφθαλ μοῖς ἐρεθίζειν πορνικῶς, ἰόν τινα φθαρτικὸν ἐξαποστέλλειν τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κα τέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας. ∆ικαίως οὖν ἀγανακτεῖ ὁ λόγος κατὰ τῶν πορευομένων ὑψηλῷ τραχήλῳ, τουτέστιν ἀπερυθρια σμένῳ προσώπῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν. Τὸ δὲ ὑψηλὸν τοῦ τραχήλου, δεῖγμα τοῦ μηδὲ τῷ ζυγῷ τῆς σωφροσύνης ὑποκεῖσθαι· ἁβρυνομένης δὲ καὶ χλιδώσης, τὸν χιτῶνα ἐπισυ ρομένης βαδίζειν καὶ τὸ βάδισμα μὴ κατὰ φύσιν ποιεῖσθαι, ἀλλὰ πρὸς ῥυθμὸν ἐκμελῆ ἐπιτετηδευμένον ἐκλύτως. Ἀντὶ οὖν τούτων Ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Ἐπειδὴ ἑκουσίως τὸ ταπεινὸν οὐχ εἵλοντο, ἀλλ' ἐπορεύ θησαν ὑψηλῷ τραχήλῳ, ταπεινώσει (φησὶ) τὰς ἀρχηγοὺς αὐτῶν, τὰς θυγατέρας Σιών. Ἔτι καὶ νῦν ἔξεστιν ὁρᾷν πολλαχοῦ τὰς Ἰουδαίας γυναῖκας τοῖς ἑκάστου ποσὶν ἐπιπαιζούσας καὶ μὴ ἐντρεπομένας τὴν τοῦ Προφήτου φωνήν. Εἴθε δὲ μὴ καὶ τῆς Ἐκκλησίας αἱ θυγατέρες τὰ αὐτὰ ἐγκαλοῖντο. Πολλαὶ γὰρ, ὡς ἐν πλήθει ἐπὶ τῶν προσιόντων τῷ θείῳ λόγῳ, ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν, οὐκ εἰδυῖαι εὐφροσύνην πνευματικὴν, παιδιαῖς ἀσέμνοις ἑαυτὰς ἐπιδιδοῦσαι, κώμοις καὶ μέθαις ἐγκαλινδοῦνται, καὶ μὴ τη ροῦσαι τὸ παράγγελμα τὸ λέγον, ὅτι Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· ὑπολοξοῦσαι τὸ ὄμμα καὶ παρεκκλίνουσαι, δεῖγ μα πονηρᾶς ἐκφέρουσι προαιρέσεως. Πολλαχοῦ δὲ τὰ νεύ ματα τῶν ὀφθαλμῶν διαβέβληται, ὡς ἐν Παροιμίαις ἐπὶ τοῦ κακοῦ παρατετήρηται, ὅτι Ὁ δὲ αὐτὸς ἐννεύει μὲν ὀφθαλμῷ, σημαίνει δὲ ποδί. Καὶ πάλιν· Ὁ ἐννεύων ὀφθαλμῷ μετὰ δόλου, συνάγει ἀνδράσι λύπας. Καὶ τὸ Οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. Φθάνει δέ ποτε καὶ ἐπ' ἄνδρας τὰ τοιαῦτα ἐγκλήματα, τοὺς φρονήματι μὲν ἀλαζονικῷ ὑπερφρονοῦντας τῶν ὑποδεεστέρων, ὑπτιάζοντας δὲ τῷ σχήματι, καὶ τῷ νεύματι τῶν ὀφρύων τὴν ἀλαζο νείαν ἐνδεικνυμένους, σοβαρῷ δὲ καὶ διηρμένῳ βαδίσματι εὔρυθμα βαίνοντας, τὸ ἱμάτιον καθιέντας μέχρι τῶν σφυρῶν, ἀλαζονείαν ἐνδεικνυμένους, καὶ παιδιαῖς ἑαυτοὺς ἀμέτροις ἐκδεδωκότας, οὓς μένει τὸ ἀπειληθὲν πτῶμα τὸ διὰ τῆς ταπεινώσεως τῆς ἀπὸ τοῦ ὕψους. 3.124 Καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν. Τοῦτο τὸ σχῆμα τὸ ὑπερήφανον καὶ πεποιημένον πρὸς ἔκ λυσιν καὶ πᾶσαν ἀκόλαστον ἔννοιαν, ταῖς καρδίαις τῶν ἀφυ λάκτων ἐνεργαζόμενον, ἀνακαλύψει Κύριος, ὅταν ἐν τῇ φανε ρώσει τῶν κρυπτῶν τὰ μὲν τῆς σαρκὸς παραπετάσματα πε ριαιρεθῇ, γυμνὴ δὲ καὶ καθ' ἑαυτὴν μετὰ τῶν ἔργων τῆς ἀσ χημοσύνης παραδειγματίζεται ἡ ψυχή. Ἐνεργεῖται δέ ποτε καὶ ἐνταῦθα ἡ ἀποκάλυψις τοῦ σχήματος ἐπὶ καλῷ τῶν, περὶ οὓς ἡ ἐνέργεια, ὥστε, γυμνωθέντων, ἃ τέως πολλοὺς διαλαν θάνει καὶ εἰς γνῶσιν τοῖς πολλοῖς ἐλθούσης τῆς ἐπὶ τοῖς ἁμαρτήμασιν ἀσχημοσύνης, ἐπιστρέψαι καταιδεσθέντας τοὺς τέως διὰ τὸ λανθάνειν ἐπιμένοντας τῷ κακῷ. Τοῦ Κυρίου οὖν ἔργον, ἀνακαλύψαι τὸ σχῆμα τὸ ἐπίπλαστον καὶ κατ εσχηματισμένον. Ὥστε καὶ εἴ τινες ἡμῶν τῶν τιμωμένων προσχήματι βίον ἄσεμνον ὑποκρύπτουσι, φοβηθήτωσαν τὸν ἀνακαλύπτειν ἡμῶν τὸ σχῆμα μέλλοντα καὶ φανεροῦντα τὰς βουλὰς τῶν καρδιῶν ἡμῶν, ὥστε ἐν ταῖς πάντων προκεῖσθαι ὄψεσι τοὺς ἐν ἑκάστῳ γινομένους χείρονας λογισμούς. Κυκλώσει γὰρ ἕκαστον ἡμῶν τὰ διαβούλια αὐτοῦ καὶ αἱ πράξεις ἐν τοῖς ἰδίοις γνωρίσ μασι περιστήσονται, αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον ἡμῖν ἐπ άγουσαι, ὅταν ἐλέγχωνται ἐναντίως ἔχουσαι πρὸς τὸν λόγον, ὥστε τὸν κηρύσσοντα μὴ κλέπτειν, κλοπέα ἐφευρίσκεσθαι· τὸν λέγοντα μὴ μοιχεύειν, ἐν τοῖς μοιχοῖς ἔχοντα τὴν με ρίδα φωρᾶσθαι· τὸν