1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

62

σύνθεσιν τοῦ κόσμου τῆς δόξης, οἱονεὶ καὶ τὴν ὕλην τὴν κοσμοῦσαν καὶ αὐτὴν τὴν ἐκ τέχνης ἐπίνοιαν. Καὶ ἐπειδὴ ἑνὶ μὲν οὐκ ἔστιν ἐπαρ θῆναι τοσοῦτον, οὐδὲ φυσιωθῆναι ἐπ' αὐτῷ, ὁμοῦ δὲ πᾶσι συγκειμένοις τὸ ἀλαζονικὸν ἐπιγίνεται φρόνημα, καὶ τὴν σύνθεσιν τοῦ κόσμου ἀφαιρήσειν ὁ Κύριος ἀπειλεῖ. Ὁποῖος δὲ ὁ κόσμος, τοιαύτη δηλονότι καὶ ἡ ἐπ' αὐτῷ δόξα· σω ματικὸς δὲ ὁ κόσμος καὶ μάταιος· φθαρτὴ οὖν καὶ ἡ ἐπ' αὐτῷ δόξα καὶ ἀνυπόστατος. 3.127 Καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλλια καὶ τὰ ἐμπλόκια. Ὅλος μὲν ὁ κατηριθμημένος κόσμος χλιδώσης γυναικός ἐστιν ἐπιτήδευμα, τουτέστι τρυφώσης καὶ διακεχυμένης. Ἐξαιρέτως δὲ οἱ χλιδῶνες (παρώνυμοι ὄντες τῆς τρυφῆς) τάχα τοῖς βραχίοσι περικείμενοι. Ψέλλια δέ ἐστι τὰ τοῖς ἄκροις τῶν χειρῶν κατὰ τὸ προφανὲς προβαλλόμενα. Ἔστι δέ ποτε καὶ ἐπὶ καλοῦ παρειλημμένα τὰ ψέλλια, ὡς ὅτε τὴν ἁγίαν Ῥεβέκκαν ὁ πρεσβύτερος τῆς οἰκίας κατεκόσμει. Ἔδει γὰρ τὴν μέλλουσαν συνοικεῖν τῷ πατριάρχῃ, ὑπὸ τοῦ μνηστευομένου αὐτὴν τὸ πρακτικὸν τῆς ψυχῆς προπαι δευθῆναι. ∆ιὰ τοῦτο ψελλίοις χρυσοῖς κατεκόσμει τὰς χεῖ ρας, τουτέστι πράξεσι τιμίαις. ∆έκα δὲ χρυσίων ὁλκὴ αὐ τῶν· διότι ἐν δέκα κεφαλαίοις ἡ πᾶσα τήρησις τοῦ νόμου συμπεραιοῦται. Καὶ ἐνώτια, ἀνὰ δραχμὴν ὁλκῆς ἔχοντα, ὅτι τὴν ὑπακοὴν τῇ εἰς ἕνα Θεὸν πίστει προσῆκε κεκοσμῆ σθαι. Ἐνταῦθα μέντοι περιαιρεῖται τὰ ψέλλια, διὰ τὰς ἐπαι ρομένας τῷ κόσμῳ τῶν ψελλίων, καθόλου ἡμῖν ἐνδεικνυ μένου τοῦ λόγου, ὅτι ὁ ἐπὶ τῷ δεδυνῆσθαι τὰ κρείττονα ὑψηλοφρονήσας ἐγκαταλείπεται ὑπὸ τῆς συνεχούσης αὐτὸν ἐπισκοπῆς. Τὸ δὲ ἐμπλόκιον ἔοικέ τι εἶναι συγκαταπλεκό μενον ταῖς θριξὶν, εἰς τὸ τῇ παρ' ἑαυτοῦ εὐχροίᾳ διεγεῖραι τῶν τριχῶν τὴν χρόαν. Καὶ μηδενὶ ταῦτα μικροπρεπῆ νο μιζέσθω. Οὐ γὰρ σεμνότεροι τοῦ Πνεύματος ἡμεῖς, ὡς ἀπαξιοῦν τὰς ἐν τῇ Γραφῇ λέξεις διερευνᾶσθαι. Μεμαθή καμεν γὰρ ἐν τοῖς Ἄσμασι, τῆς ἐπαινουμένης νύμφης καὶ τὸ ἐμπλόκιον σεμνυνόμενον· Κεφαλὴ γάρ σου (φησὶν) ὡς ὁ Κάρμηλος καὶ ἐμπλόκιον κεφαλῆς σου ὡς πορφύρα. 3.128 Καὶ τὰ ἐνώτια, καὶ τοὺς δακτυλίους. Ἐπαινετὴν μὲν τὴν χρῆσιν ἐνωτίων ἐν τῇ μνηστείᾳ τῆς Ῥε βέκκας ἐδιδάχθημεν, σύμβολον τοῦ ἀγαθὰ μέλλειν αὐτῇ δι δάγματα περὶ τῆς ἐν τοῖς νοητοῖς ἀληθείας, ἐν τῷ οἴκῳ τοῦ Ἀβραὰμ γενομένῃ παραδοθήσεσθαι. Κατηγορούμενα δὲ αὐ τὰ πολλαχοῦ κατειλήφαμεν. Πρῶτον μὲν ἐκ τοῦ, ὅτε ἀναβαί νειν ἔμελλον εἰς Βεθὴλ, προσταχθῆναι παρὰ τοῦ Ἰακὼβ τὰς γυναῖκας περιελέσθαι αὐτὰ μετὰ τῶν θεῶν ἀλλοτρίων, ὡς ἐμποδίου ὄντος ἐκ τῆς εἰδωλολατρείας καὶ τῆς τῶν ἐνω τίων χρήσεως πρὸς τὸ ἀνελθεῖν εἰς τὸν οἶκον τοῦ Κυρίου. Βεθὴλ γὰρ οἶκος Θεοῦ ἑρμηνεύεται. Ἔπειτα ἐν τῇ Ἐξόδῳκαταστασιασθεὶς ὑπὸ τοῦ λαοῦ ὁ Ἀαρὼν εἰς τὸ ποιῆσαι εἴδωλον, ὡς ἐπιτηδείαν ὕλην εἰς κατασκευὴν τῶν ἀπηγο ρευμένων, τὰ ἐνώτια ἐξελέξατο. Περιείλαντο γὰρ πᾶς ὁ λαὸς (φησὶ) τὰ ἐνώτια τὰ χρυσᾶ, τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρὼν, καὶ ἔπλασεν αὐτὰ μόσχον χωνευ τόν. Ἀλλὰ καὶ Γεδεὼν, ἐκ τῶν σκύλων τῶν Ἰσμαηλιτικῶν λαβὼν τὰ ἐνώτια παρὰ τοῦ λαοῦ, Ἐποίησεν αὐτὰ εἰς Ἐφούδ, καὶ ἔστησεν αὐτὸ ἐν τῇ πόλει. Καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐ τοῦ εἰς σκάνδαλον. Καὶ ταῦτα νῦν τὰ ἐνώτια διὰ τὸ συν επαίρειν τὸ φρόνημα τῶν θυγατέρων Σιὼν διαβέβληται. Καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα. Τὸν ἐν τῇ ἐσθῆτι κόσμον τῶν καλλωπιζομένων γυναικῶν ὡς περίεργον δια βάλλει, πορφύραν ποτὲ μὲν κατὰ τὰ ἄκρα παρυφαινόντων, ποτὲ δὲ κατὰ τὸ μέσον αὐτὴν ἐντιθέντων. ∆όλου δὲ σύμβολον ἡ πορφύρα, τὴν κατὰ φύσιν χρόαν ἐπικαλύπτουσα, καὶ τὸ οἰκεῖον ἄνθος προφαίνουσα κατὰ τοὺς ἐν ἐπιφανείᾳ φαιδροὺς, ἐν δὲ τῷ βάθει τὸ κακὸν συσκιάζοντας. Ὅπερ κἂν τὰ ἄκρα τοῦ βίου, κἂν τὸ μέσον ἐπέχῃ, φευκτόν. ∆ιόπερ καὶ τὰ περι πόρφυρα παραιτεῖται ὁ λόγος. 3.129 Καὶ τὰ ἐπιβλήματα, τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά. Ὑπερβολὴν ἀσωτίας καὶ τρυφῆς ἀφειδοῦς ὁ λόγος ἐμ