1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

63

φαίνει, τὰ ἐπιβλήματα τὰ κατ' οἶκον διαφανῆ λέγων εἶναι τῇ ὑπερβολῇ τῆς λεπτότητος. Τὸ γὰρ πρὸς ἐπίδειξιν δαπα νηρὸν, ἔχει σκοπὸν τὴν ἀνθρωπαρεσκείαν· τὸ δὲ καὶ μη δενὸς ὁρῶντος ἐφ' ἑαυτοῦ διάγοντα κατὰ τὴν οἰκίαν δια φανῆ περιβάλλεσθαι, πᾶσαν ὑπερβολὴν παραχρήσεως τῶν πρὸς χρῆσιν συγκεχωρημένων ἡμῖν ἐπιδείκνυται, ὥστε μι μεῖσθαι τὰ τῶν Λακαινῶν ἐπιβλήματα, αἳ κατὰ τὴν ὄρ χησιν τὸ φανερῶς γυμνοῦσθαι ὡς ἄσεμνον παραιτούμεναι, ὑπερβάλλουσαν λεπτότητι λινῆν ἐσθῆτα περιβαλλόμεναι, δι' αὐτῆς φαίνουσιν ἃ κρύπτειν ἔδει τὰς τῶν ἀῤῥένων ὄψεις. Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένα. Ἤδη δὲ καὶ τῆς ἱερα τικῆς ἐσθῆτος μιμήματα, ἐν τῇ ἀσέμνῳ αὐτῶν ζωῇ δι' ὑπερ βολὴν τρυφῆς ἐμπαροινοῦσαι τοῖς ἁγίοις, αἱ θυγατέρες τῆς Σιὼν περιφέρουσι βύσσινα καὶ ὑακίνθινα, ὁποῖα ἐκεῖνοι σύμ βολα τῶν στοιχείων περιβαλλόμενοι, ἐξ ὧν τὰ πάντα συνέ στηκεν, εἰσῄεσαν εἰς τὰ ἅγια δι' ἑαυτῶν, ὑπὲρ τοῦ κόσμου τὸν Θεὸν ἱλεούμενοι. Βύσσος μὲν γὰρ ἀντὶ τῆς γῆς, ἡ δὲ ὑάκινθος ἀντὶ τοῦ ἀέρος, καὶ πορφύρα ἀντὶ τοῦ ὕδα τος, καὶ τὸ κόκκινον ἀντὶ τοῦ πυρός. Αἱ δὲ οὐκ ἐξαρ κούμεναι τῷ ἐξ αὐτῶν κόσμῳ, καὶ χρυσὸν αὐτοῖς συγκα θύφαινον, ὑπὲρ ποικιλίας καὶ πολυτελείας πλείονος. Καὶ θέριστρα κατάκλιτα. Ἔοικε τὸ θέριστρον ἐπίβλημα εἶ ναι θερινόν, ὡς καὶ περιβάλλειν δοκεῖν καὶ μὴ βαρύνειν ἐν τῷ καύσωνι· ὡς καὶ ἐν τῇ Γενέσει μεμαθήκαμεν τὴν Ῥεβέκκαν ἐν τῇ συναντήσει τοῦ Ἰσαὰκ περιβαλλομένην τὸ θέριστρον. Ἃ δὲ νῦν διαβάλλει ὁ λόγος, θέριστρα λέγεται, τὰ ἐν τῷ κατακλίνεσθαι δι' ὑπερβολὴν τρυφῆς ταῖς κλίναις ἐπιβαλλόμενα. Καίτοι τὸ Κατάκλιτα οὐδὲ ἐκδεδώκασιν οἱ λοιποί· διὸ καὶ ὠβέλισται, ὡς οὐδένα νοῦν ἐμφαῖνον. 3.130 Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ· καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Μέρος τρυφῆς ἐστι καὶ τὸ ἐν ταῖς ὀσμαῖς ἡδὺ, φαρμάκοις τισὶν ἐκθυμιωμένοις καταφαρμακευόντων τὸν ἀέρα καὶ ἡδεῖαν ἑαυτοῖς μηχανωμένων ἀναπνοήν. Ταῖς οὖν διακεχυμέναις ὑφ' ἡδονῆς καὶ ὀσμὴν ἡδεῖαν μηχανωμέναις τῇ ὀσφρήσει, κονιορτὸς ἀντιδοθήσεται ὑπὸ τοῦ ἀπειλοῦντος. Λεπτὴ δέ ἐστι γῆ ἡ κόνις, ἀναπεποιημένη πρὸς τὸν ἀέρα, δυσκολίαν τινὰ περὶ τὴν ἀναπνοὴν καὶ ἀηδίαν πολλὴν ἐμποιοῦσα διὰ τὴν ἔμφραξιν. Μύροις μὲν γὰρ καὶ θυμιάμασιν ἐπιτέρπεται ἡ ψυχὴ, ἀλλὰ μύροις τοῖς πνευματικοῖς, ὁποῖος ἦν ὁ λέ γων· Χριστοῦ εὐωδία ἐσμέν· καὶ Χάρις τῷ Θεῷ, τῷ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι ἐν παντὶ τόπῳ. Τοιαύ της ἀντελαμβάνετο ὀσμῆς ἀποπνεούσης τοῦ Ἰακὼβ, ὁ πατὴρ Ἰσαάκ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. Καὶ αἱ ἐν τῷ Ἄσματι δὲ νεάνιδες, αἰσθόμεναι τῆς οὐρανίου εὐωδίας τοῦ Λόγου, ἔλεγον· Εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. Καὶ τὸ ἀρχιερατικὸν δὲ χρί σμα μύρον ἦν καλὸν καὶ τερπνὸν, ἀδελφῶν συναφείᾳ παρ εικάζεσθαι ἄξιον. Τὸ τοιοῦτον μύρον τεχνίτου δεῖται, ἀπὸ Θεοῦ λαβόντος τὴν μυρεψικὴν τέχνην, εἰς τὸ ποιῆσαι χρίσμα ἅγιον, ὃ οὐκ ἀναβήσεται εἰς σάρκα ἀνθρώπου. Ὅταν μέντοι πρὸς ἀκολασίαν τὸ ἡδὺ τῆς ὀσμῆς ἐπιτηδεύη ται, ἐμφράσσεται ὑπὸ τοῦ κονιορτοῦ ὁ πόρος τῆς αἰσθήσεως, εὐεργετοῦντος τοῦ ταῦτα αὐτοῖς οἰκονομοῦντος Κυρίου. Τάχα δὲ ἐπεὶ ἐν τῷ ναῷ ἦν τὰ ἡδύσματα τῆς ὀσμῆς, τό τε μύρον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως (κατεῤῥίφη δὲ ὁ ναὸς καὶ ἔστι νῦν ἐν κονίᾳ, ἀνατραπεὶς καὶ κάτω κείμενος) ἀντὶ τῆς ποτε ὀσμῆς τῆς ἡδείας (κατὰ τὴν νομικὴν λατρείαν) νῦν κονιορτός ἐστι, διὰ τὰς πορευθείσας ὑψηλῷ καὶ ἀνυπο τάκτῳ τραχήλῳ ψυχάς, οἷς καὶ εἴρηται· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Ἔξεστι μέντοι αὐταῖς (ἐὰν βούλωνται ἐκτιναξαμέναις τὸν χοῦν) ἀναπλησθῆναι τῆς εὐωδίας Χριστοῦ κατὰ τὴν παραίνεσιν τοῦ λέγοντος· Ἐκτί ναξαι τὸν χοῦν σου καὶ ἀνάστηθι, Ἰερουσαλὴμ, καὶ ἔνδυσαι τὴν δόξαν τοῦ βραχίονός σου. 3.131 Καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ. Ζώννυται μὲν τὴν ὀσφὺν ἐν