64
ἀληθείᾳ, ὁ κατὰ Θεὸν ζωννύμε νος. Ὁποῖος ἦν ὁ Πέτρος, ἐκτείνων τὰς χεῖρας καὶ ζωννύμε νος εἰς τὸν ὑπὲρ Χριστοῦ πόλεμον ὑπὸ τῶν εἰς τὸ ὑπὲρ τῆς ἀληθείας αὐτὸν μαρτύριον μέχρι θανάτου προκαλουμένων. Ὁ μὲν οὖν Ἅγιος περιζώννυται δύναμιν· Ὁ Θεὸς γὰρ (φησὶν)ὁ περιζωννύων με δύναμιν· ὁ δὲ ἀπολέσας τὴν ζώνην ταύτην, τῷ δεσμῷ τῶν ἰδίων ἁμαρτιῶν ζώννυται, διότι Σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται. Ὧν σύμβολον ἦν τὸ ἐκ σχοινίων φραγέλλιον, ἐξελαῦνον τοῦ ἱεροῦ τοὺς βεβηλοῦντας τὰ ἅγια, δεικνύντος τοῦ Κυρίου, ὅτι ἑκάστῳ μάστιγες αἱ οἰκεῖαι πλοκαὶ τῶν ἁμαρτιῶν γίνονται, καὶ μαστίζεται σχοι νίοις ἁμαρτιῶν τοῖς περιπλεκομένοις αὐτῷ. Ἀντὶ δὲ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Ὥσπερ, ἐπὶ τῆς κατὰ τὰ ὀσφραντὰ περιεργίας τὰ παρὰ φύσιν ἐπιζητοῦσαι, καὶ τῶν κατὰ φύσιν ἐξέπιπτον (οὐκ ἀνεχόμεναι γὰρ ἀναπνεῖν ψιλὸν ἀέρα, ἀλλὰ μύροις αὐτὸν καταχρωννῦσαι καὶ θυμιάμασιν, ὕστερον οὐδὲ καθαρὸν ἀέρα, ἀλλὰ κονιορτῷ τοῦτον ἀναμεμιγμένον ἀνέπνεον) οὕτως, ἐπειδὴ τῷ ἐκ τῆς φύσεως κόσμῳ τῶν τριχῶν (ὃς ἀντὶ περιβολαίου δέδοται ταῖς γυναιξὶν) οὐκ ἐπέμενον, ἀλλὰ, ἐμπλοκίοις τισὶ τὰς τρίχας συγκαταπλέκουσαι, φορτικῶς ἑαυτὰς ἐκαλλώπιζον, καὶ τοῦ κατὰ φύσιν κόσμου ἀπεστερή θησαν, καὶ ἐγένοντο ἀωρότατον θέαμα ἐν τῇ ἀποβολῇ τῶν τριχῶν, ὃς οἰκεῖος καὶ συγγενὴς κόσμος παρ' αὐτῆς τῆς φύσεως ταῖς γυναιξὶ περιβέβληται. Εἰ γὰρ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, πόσῳ δήπου αἴσχιον φαλάκρωμα ἔχειν; (ἐπὶ συμφέροντι τὴν δυσμορφίαν ἐπάγον ταῖς κακῶς τὴν ὥραν διαθεμέναις). Ἀντὶ δὲ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου, περιζώσῃ σάκκον. Καὶ τοῦτο ἐπὶ συμφέροντι τῶν ὡραϊζομένων οἰκονομῶν ὁ Κύριος τὴν μεταβολὴν ταύτην γενέσθαι προστάσσει. ∆ιότι ἡ μὲν πορφυρὶς ἁβρότητος καὶ ἀλαζονείας ἐστὶν ἀφορμή· ὁ δὲ σάκκος συντριμμοῦ καὶ ταπεινώσεώς ἐστιν ἐφόδιον. Καὶ ὁ μὲν τὴν ἁλουργίδα περικείμενος, πεσεῖν εἰς γῆν καὶ προσκυνεῖν τὸν Θεὸν κατοκνεῖ, φειδοῖ τοῦ κόσμου, μὴ τῆς ἐσθῆτος τὸ ἄνθος διαλυμήνηται· ὁ δὲ τὸν σάκκον περικείμε νος, πάντα τόπον ἐπιτήδειον ἑαυτῷ εἰς προσκύνησιν τίθεται. 3.132 Καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἠγάπησας, μα χαίρᾳ πεσεῖται. Τοῖς ἐν ἤθεσι μοχθηροῖς μέλλουσιν ἀνατρέφεσθαι, λυ σιτελέστερον πολλῷ προαπελθεῖν τῆς ἀκμῆς, ἢ ἐπὶ πλέον τῆς πονηρᾶς τῶν γονέων ἀγωγῆς ἀναπίμπλασθαι. Υἱὸν οὖν ἔσχες, ἤτοι τῷ σώματι κάλλιστον, ἢ τοῖς μητρικοῖς ὀφ θαλμοῖς τοιοῦτον φαινόμενον. Οὗτος ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τῷ ἄνθει τῆς ἡλικίας τεθνήξεται. Καὶ ἡ ἐπίτασις τοῦ κα κοῦ, οὐ τὸν αὐτόματον, οὐδὲ τὸν ἐκ τῆς φύσεως θάνατον, ἀλλὰ βιαίως ἐκ πολεμίας χειρὸς, τραυματίας μαχαίρᾳ. Καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. Καὶ ταῦτα παθοῦσα, οὐδὲ τὴν πρὸς τὸ ἀμύνασθαι δύναμιν ἕξει· παραμυθία γὰρ ἐν κακοῖς τὸ ἐπαμῦναι τοῖς ἀνῃρημένοις καὶ τοῖς ἴσοις ἀντιπεριβάλλειν τοὺς λελυπηκότας. Σοὶ δὲ οὐδὲ τοῦτο ὑπάρξει· οἱ γὰρ ἐν ἡλικίᾳ πάντες τελευτήσουσιν ἐν πολέμῳ, ὥστε τὴν ἄχρηστον ἡλικίαν περιλειφθῆναι, ἣ διὰ τὸ ἀβοή θητος εἶναι, εὔκολός ἐστι πάντα παθεῖν, ἅπερ ἂν δοκῇ τοῖς πολεμίοις. Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσ μου ὑμῶν. Χρυσίου καὶ ἀργυρίου θῆκαι καὶ ἐσθῆτος πο λυτελοῦς καὶ λίθων βαρυτίμων, ἕως μὲν ἂν ἔχῃ τὰ κει μήλια, πολλῆς ἀξιοῦται σπουδῆς καὶ ἐπιμελείας, ἐν οἴκοις ὀχυροῖς ἀποκείμενα, ἐπὶ ὑψηλῶν τόπων, καὶ μοχλοὶ καὶ κλεῖς καὶ σφραγῖδες καὶ φύλακες καὶ πάντα τὰ πρὸς ἀσφάλειαν καὶ φυλακὴν ἐπινοούμενα· ἐπειδὰν δὲ κενὰ τῶν κειμηλίων ἀποδειχθῇ, ἠμελημένα καὶ παραῤῥιπτούμενα παρ ορᾶται. Ταῦτα καὶ ἡμᾶς ὠφελείτω, ὅτι ψυχαὶ, αἱ δε ξάμεναι τοῦ θείου λόγου τὴν δωρεὰν, ἀποθῆκαι γεγόνασι τῶν τιμίων, τοῦ ἐν τοῖς θείοις θησαυροῖς ἀποκεῖσθαι ἄξιαι· ἐπειδὰν δὲ κεναὶ τῶν θείων κόσμων ἀποδειχθῶσι, ταπει νωθήσονται ἀποῤῥιφεῖσαι, ἀχρηστίαν καταγνωσθεῖσαι. ∆ιὰ τοῦτο Ἠχρειώθη (φησὶν) Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία. Ἵνα οὖν