1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

65

μένωμεν ἐν ταῖς βασιλικαῖς ἀποθήκαις, μὴ προδῶμεν τοῖς κλέπταις τὸν πολυτίμητον μαργαρίτην, ὃν ἐπιστεύθημεν.

4.t ΚΕΦΑΛΑΙΟΝ δʹ

4.133 Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέ γουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἀφ' ἡμῶν. Ὡς πρὸς τὸ ῥητὸν, δοκεῖ ὀλιγότητα ἀνδρῶν ἐκ πολέμων, ἢ νόσων ἐπιγενομένων τῷ λαῷ κατ' ὀργὴν τοῦ Θεοῦ ὁ λόγος σημαίνειν· ὥστε ὑπὲρ τοῦ μὴ ἄγονον εἶναι μηδὲ στεῖραν (ἅπερ ἐν κατάρᾳ τοῖς πάλαι λελόγισται) ἀπερυ θριᾷν τὰς γυναῖκας καὶ ἑνὸς ἀνδρὸς πλείους ἐπιλαμβάνεσθαι· καὶ τὸν ἐπὶ τῇ προστασίᾳ πλειόνων γυναικῶν ἀγῶνα αὐ τοῦ παραμυθουμένας, λέγειν· Τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Ἀφεὶς οὖν τὴν ἐπὶ τῷ πορισμῷ ἀναγκαίαν μέριμναν, τὸ ὄνομά σου χρῆσον ἡμῖν εἰς τὸ διαφυγεῖν ἡμᾶς τὸν ἐπὶ τῇ ἐρημίᾳ ὀνειδισμόν. Τὸ μὲν κατὰ λέξιν, τοῦτο. Ἡ δὲ ὑπόνοια καὶ ἐπὶ μειζόνων ἔρευναν προκαλεῖται ἡμῶν τὸν νοῦν. Ὡς οὖν ἐν τόπῳ δυσθεωρήτῳ καὶ πολὺ τὸ ἐπεσ κιασμένον ἐκ τῆς ἀσαφείας ἔχοντι, τοιαύτη τις ἡμῖν περὶ τῶν ἑπτὰ γυναικῶν ἔννοια ὑποπίπτει, ὅτι πολλαχοῦ καὶ ὁ βίος οὗτος καὶ ὁ κατὰ σάρκα Ἰσραὴλ ἐπὶ τοῦ ἑπτὰ λαμβάνονται. Ὁ μὲν περὶ τὰ ἐν γενέσει πράγματα χρόνος, διότι ἀπὸ ἑπτὰ ἡμερῶν ἀνακυκλουμένων πληροῦται· ὅθεν καὶ ὁ μετὰ τὴν κατάστασιν ταύτην αἰὼν, ὀγδόη εἴρηται ἐν τῇ Γραφῇ· καὶ ψαλμοὶ ὑπὲρ τῆς ὀγδόης ἀντὶ τοῦ, ὑπὲρ τοῦ μετὰ τὸν χρόνον τοῦτον, αἰῶνος. Πολλαχοῦ δὲ καὶ οἱ ἐν τῷ φανερῷ Ἰουδαῖοι καὶ ἡ κατὰ αὐτοὺς πολιτεία ἐπὶ τοῦ ἑπτὰ λαμ βάνονται. ∆ὸς μερίδα (φησὶ) τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὡς καὶ τῆς παλαιᾶς ∆ιαθήκης ὀφειλούσης λαβεῖν τινα μαρτυρίαν ἀπὸ τοῦ Θεοῦ ἥκειν καὶ τῆς Καινῆς καὶ εἰς μίαν ἀλλήλαις ἐλθεῖν συμφωνίαν. Αἱ οὖν ἑπτὰ γυναῖκες, ἡ ∆ιαθήκη ἡ παλαιά· ἐπιλήψεται ἀνθρώπου ἑνὸς (τοῦ Κυρίου, ὃς οὐχὶ εἷς τῶν πολλῶν ἐστιν, ἀλλ' εἷς ἐστι)· λέγουσαι, ὅτι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, τουτέστι μενοῦμεν ἐπὶ τοῦ ἡμετέρου μέτρου τῆς ὑποστάσεως. Σκιὰ γὰρ ἐσόμεθα τῶν μελλόντων καὶ εἰκόνες τῶν ἐπουρανίων. Μόνον τὸ τοῦ Χριστοῦ ὄνομα κεκλήσθω τῇ Παλαιᾷ, ἵνα ὁ ὀνειδισμὸς τῆς ἀχρηστίας ἀφαιρεθῇ. ∆ύναται δὲ καὶ ἡ συναγωγὴ Ἰσραὴλ (ἀποθανόντος τοῦ νόμου, ἐν ᾧ κατείχετο) ἐλευθέρα γενομένη, πρὸς τὸ ᾧ θέλει γαμηθεῖσα, μὴ χρηματίζειν μοιχαλὶς, τῷ νυμφίῳ Λόγῳ προσελθοῦσα καὶ οἱονεὶ ἐρωτικῶς ἀντεχο μένη αὐτοῦ, λέγειν· Τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς. 4.134 Εἴρηται δέ τισιν, ὅτι αἱ ἑπτὰ γυναῖκες ἑπτὰ πνεύ ματά εἰσιν, ἃ μικρὸν ὕστερον ὁ αὐτὸς οὗτος Προφήτης κα ταριθμεῖσθαι μέλλει, ὡς ἐπαναπαυόμενα ἐπὶ τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξανθήσειν μέλλοντα· πνεῦμα σοφίας καὶ συν έσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ· ἅπερ διὰ τὸ πάντας ἐκ κλῖναι καὶ ἅμα ἀχρειωθῆναι, οὐκ ἔχοντα ᾧ ἐπαναπαύσεται ἀγαπητῶς, τοῦ κατὰ τὸν Κύριον ἀνθρώπου λαβόμενα, ποιεῖ τὰ ἀναγεγραμμένα. Ἀργεῖ γὰρ τὸ πνεῦμα τῆς γνώσεως καὶ τῆς εὐσεβείας ἐν καιροῖς, ὅτε οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζη τῶν τὸν Θεόν· καὶ οἱονεὶ ὄνειδός ἐστι ταῖς ἀρεταῖς τὸ μηδένα εἶναι τὸν ἀντεχόμενον αὐτῶν, ἀλλ' οἱονεὶ χηρεύειν αὐτὰς ἀπορίᾳ τῆς ὑποδεχομένης αὐτὰς ψυχῆς. Τὸ γὰρ μηδένα δυνηθῆναι ἑλεῖν τῷ οἰκείῳ κάλλει, ἀλλ' ἐναπομεῖναι τῇ ἐρημία, ὥσπερ καὶ τῶν ἀρετῶν δοκεῖ καθάπτεσθαι. Ὁ δὲ ἐν ἑαυτῷ πᾶν εἶδος ἀρετῆς κατὰ τὴν ἄκραν τελείωσιν ἐπιδεικνύναι μέλλων, ἀφαιρεῖ τὸν ὀνειδισμὸν ἀπ' αὐτῶν. Καὶ ἐπειδὴ καὶ παρὰ τοῖς ἀγνοοῦσι τὸν Θεὸν δοκοῦσιν ἐπι τηδεύεσθαι γνῶσις καὶ σύνεσις καὶ βουλὴ καὶ ἰσχὺς καὶ σοφία, καὶ εὐσέβεια, ἀξιοῦσι τὸ Χριστοῦ ὄνομα ἐπικεκλῆσθαι αὐταῖς. 4.135 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Κύριος ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ