68
κληρονομήσουσιν οἱ πραεῖς, δῆλον ὅτι τινὲς μὲν ἐν τῇ φαιδρότητι τῆς τοῦ Θεοῦ ἐπι φανείας, τινὲς δὲ ὑπὸ τὴν σκέπην τῶν οὐρανίων δυνά μεων ἀναπαύσονται, καὶ ἄλλοι ἐν τῇ δόξῃ, τῇ ἀπὸ τοῦ φω τὸς, ὡς ἀπὸ καπνοῦ, καλυφθήσονται. Τάχα δὲ αὐτῇ μὲν τῇ Σιὼν ἐπιλάμψει τὸ φῶς· τὰ δὲ περὶ κύκλῳ αὐτῆς ἐπι λάμψει νεφέλη ἡμέρας, ἥτις οὐκ ἄλλοθεν ἔχει τὴν γένεσιν, ἢ ἀπ' αὐτοῦ τοῦ φωτός, ὥσπερ καπνὸς ἀπὸ πυρὸς, οὕτως αὕτη ἀπὸ τοῦ φωτὸς τὴν σύστασιν ἔχουσα, ὑφ' ἣν οἱ διαι τώμενοι μεγάλης τῆς δόξης ἀπολαύσουσιν, ὡς ὑπ' αὐτῆς τῆς νεφέλης καταλαμπόμενοι, ἐν καύματι μὲν ὑπερηπλω μένης τῶν κεφαλῶν αὐτῶν, καὶ ἡδεῖαν ἐκ τοῦ ἐπισκιασμοῦ παρεχομένης ἀναπνοήν· ὄμβρων δὲ σκληρῶν καταῤῥηγνυ μένων, τὴν τῶν στεγανῶν σκεπασμάτων χρείαν ἀναπλη ρούσης, καὶ τοὺς διαλαθεῖν δεομένους ἱκανῶς περισκεπούσης, καὶ τῇ πυκνότητι τῇ παρ' ἑαυτῆς διειργούσης τὰς ὄψεις. Ὁποία τις ἦν κατὰ τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡ φω τεινὴ νεφέλη τοὺς μαθητὰς περιστείλασα. Ἐπειδὴ δὲ ἡ στάσις καὶ οἷον ἡ σύμπηξις τῆς νεφέλης νηνεμίας ἐστὶ σημεῖον, τὸ ἀτάραχον τῆς τότε καταστάσεως διὰ τῆς κατὰ τὴν νεφέλην σκέπης ἐνδείκνυται. Ἔτι ὑπὲρ τοῦ τρανότερον ἰδεῖν, τί ἐστι τὸ Ἐν ἀποκρύφῳ σκέπης γενέσθαι, τοιούτῳ τινὶ παραδείγματι προσαγόμεθα. Ἔστω τις ζητούμενος μὲν ὑπὸ τῶν πολεμίων, ὑπὸ δὲ τῶν οἰκείων ἔν τινι οἰκίσκῳ δυσευρέτῳ φρουρούμενος. Τοιοῦτον οὖν τι νοητέον γίνεσθαι περὶ τὸν Ἅγιον, ὑπὸ τῆς θείας ἐκείνης νεφέλης σκεπαζούσης αὐτὸν, πρὸς τὸ μὴ εὐεπιχείρητον εἶναι τοῖς πολεμίοις. Τοσαῦτα εἰς τὸ σαφέστερον νοηθῆναι τοῖς κύκλῳ Σιὼν τὴν γινομένην βοήθειαν, εἰς τὸ ἡμέρας μὲν σκιάζειν αὐτοὺς τὴν νεφέλην, ἵνα ῥυσθῶσιν ἀπὸ καύματος, νυκτὸς δὲ φῶς πυρὸς αὐτοῖς καίεσθαι, φωτίζον αὐτούς, ἀμφοτέροις δὲ τοῖς καιροῖς τὴν ἀπὸ τῶν ἐπιβουλευόντων ἀσφάλειαν ὑπάρχειν αὐτοῖς.
5.t ΚΕΦΑΛΑΙΟΝ εʹ
5.139 Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Τὰ ᾄσματα πάντα φαιδροτέραν δοκεῖ περιέχειν πραγ μάτων κατάστασιν. Ἡ ἐν τῇ Ἐξόδῳ ᾠδὴ ᾆσμά ἐστιν ἐπινίκιον· Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸ Ἆσμα τῶν ᾀσμάτων ἐπιθαλάμιός ἐστιν ᾠδὴ, δραμα τικῶς πεπλεγμένη. Ἐνταῦθα δὲ ἀπειλὴν ὁ λόγος ἔχει τὴν κατὰ τοῦ ἀμπελῶνος κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ ἐπαγομένην. Μήποτε δὲ καὶ αὐτὰ τὰ φοβερὰ, τῷ πρὸς τέλος χρηστὸν ἀναφέρεσθαι, πρεπόντως ἐγκατετάχθη τοῖς ᾄσμασι; Πρόσωπον δὲ τὸ ἀπαγγέλλον τὴν ᾠδήν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ᾄδει τὸ ᾆσμα τῷ ἠγαπημένῳ ἀμπε λῶνι. Ἔστι δὲ τὸ ᾆσμα τοῦτο Ἀγαπητοῦ. Τίς δὲ ὁ φύσει Ἀγαπητὸς, ἢ ὁ Μονογενὴς, τὸ αὐτοάγαθον, οὗ πάντα ἐφίε ται, οὗ ἡ ἀγάπησις φυσικῶς καὶ ἀῤῥήτως ταῖς πάντων τῶν λογικῶν διανοίαις ἐνέστακται; Ἐπεὶ οὖν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὁ Παράκλητος ἐκ τοῦ Μονογενοῦς λαμβάνει πάντα, καὶ ἀναγγέλλει ἡμῖν, καὶ τὴν ᾠδὴν τοῦ Ἀγαπητοῦ φησιν εἶναι, ὡς παρ' αὐτοῦ λαβών. Ἡ δὲ αὐτὴ ᾠδὴ μετανοοῦντι μὲν τῷ ποτε ἠγαπημένῳ ἀμ πελῶνι ἆσμά ἐστιν· ἐπιμένοντι δὲ τῇ ἁμαρτίᾳ θρῆνος γίνεται καὶ οὐαὶ, καθάπερ ἐν τῷ Ἰεζεκιὴλ μεμαθήκαμεν, ἐπὶ τοῦ αὐ τοῦ βιβλίου μέλος καὶ θρῆνον γεγραμμένον καὶ οὐαί. Καὶ ὁ τοῦ Κυρίου λόγος εἰς ζωὴν αἰώνιον καὶ ἀπόλαυσιν οὐρανίων ἀγα θῶν προκαλούμενος, μέλος ἦν πρὸς εὔρυθμον καὶ ἐμμελῆ κίνη σιν καὶ τὴν κατ' ἀρετὴν ἐνέργειαν τὰς ψυχὰς διεγείρων. Τὸ δὲ Ἰωάννου κήρυγμα, εἰς μετάνοιαν τοὺς ἀπειθεῖς ἐπιστρέ φον, θρῆνος ἦν, λύπην εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζό μενος. Εὑρίσκοντο δὲ οἱ Ἰουδαῖοι, διὰ τὴν πώρωσιν τῆς καρδίας, μήτε τοῖς χρηστοῖς προτρεπόμενοι εἰς ζωὴν, μήτε ὑπὸ τῶν στυγνοτέρων ἐναγόμενοι εἰς μετάνοιαν. Οὕτω δὴ καὶ τὸ ἐν χερσὶν ᾆσμα καὶ ἔπαινον ἔχει τῆς