1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

69

ἀρχαίας εὐγε νείας καὶ τῆς περὶ αὐτῶν τοῦ Θεοῦ ἐπιμελείας καὶ ἔλεγ χον τῆς παρούσης κακίας, καὶ ἀπειλὴν τῶν ἐπαχθησομένων δεινῶν. Καὶ ὅμως τὸν ἀπειθῆ λαὸν οὔτε ἐκεῖνα πρὸς τὴν οἰκείαν ἀξίαν ἀνακαλεῖται, οὔτε ταῦτα συστεῖλαι καὶ σωφρο νέστερον ποιῆσαι δύναται. 5.140 Ἄρχεται δὲ τῶν ἐγκωμίων τῆς παλαιᾶς εὐγενείας. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Ἀμπελῶνα λέγει τὸν λαὸν τοῦ Ἰσραήλ. Ἄμπελονγὰρ (φησὶ) ἐξ Αἰγύπτου μετῆρας. Καὶ ἐν τῷ Ἱερεμίᾳ διὰ τῆς αὐτῆς εἰκόνος ὀνειδίζεται ὁ λαός· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἐν κέρατι, ἐν τόπῳ πίονι. Περὶ τῆς γῆς λέγει τῆς κατασχεθείσης ὑπὸ τοῦ Ἰσραὴλ, κατ' ἐπαγγελίαν Θεοῦ τοῖς πατράσιν αὐτῶν δεδομένης. Ἐν κέρατι, ἐν τόπῳ πίονι. Μέγα ἐγκώμιον ἐν βραχεῖ. Τὸ κέρας ὑψηλότερόν ἐστι τοῦ παντὸς σώματος καὶ στεῤῥότερον, ὁμοῦ μὲν κόσμον παρέχον τῇ κεφαλῇ, ὁμοῦ δὲ καὶ ὅπλον ὑπάρχον ἀμυντήριον. Ἀλλὰ ξηρόν ἐστι καὶ ἄνικμον. ∆ιὰ τοῦτο καὶ τὰ γεννώμενα ὑπὸ τῶν κερασφόρων ζώων, οὐκ ἐπὶ τὸ κέρας ὁρμᾶ τῆς μητρὸς, ἀλλὰ τὴν θηλὴν ἀδιδάκτως ἐπιζητεῖ, τὸν ὑγρὸν τόπον καὶ πίονα. ∆εικνὺς οὖν ὁ λόγος, ὅτι ἡ χώρα τῶν Ἰουδαίων πρὸς ἀμφότερά ἐστιν αὐτάρκης, καὶ φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων καὶ διαθρέψαι τοὺς ἐνοικοῦντας, ἀμφότερα συνῆψεν· Ἐν κέρατι, ἐν τόπῳ πίονι· τουτέστιν ἐν στεῤῥᾷ καὶ τροφίμῃ. Ἅπτονται δὲ ἤδη τινὲς καὶ βαθυτέρου λόγου ἐν τῇ ἐξη γήσει τοῦ ῥητοῦ τούτου. Ὅτι ὥσπερ ἡ κεφαλὴ τῶν κε ρασφόρων ζώων πρώτη προκύπτει κατὰ τὴν γένησιν, τελευ ταία δὲ πληροῦται καὶ ὀψέ ποτε τὸν ἴδιον κόσμον ἀπολαμ βάνει κατὰ τὴν ἔκφυσιν τῶν κεράτων, οὕτω καὶ ὁ Ἰσραὴλ πρῶτος πάντων τῶν ἐθνῶν εἰς οἰκείωσιν Θεοῦ κληθεὶς (Ἐγενήθη γὰρ (φησὶ) λαὸς Κυρίου, μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ) μετὰ πάντας μέλλει τῆς τε λειώσεως ἀξιοῦσθαι· ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. 5.141 Λόγος δέ τίς ἐστι καὶ τοιόσδε κατὰ τὴν ἄγραφον μνήμην ἐν τῇ Ἐκκλησίᾳ διασωζόμενος, ὡς ἄρα πρῶτον ἡ Ἰουδαία ἔσχεν οἰκήτορα τὸν Ἀδὰμ, μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου ἐν ταύτῃ καθιδρυθέντα, εἰς παραμυθίαν ὧν ἐστερήθη. Πρώτη οὖν καὶ νεκρὸν ἐδέξατο ἄνθρωπον, ἐκεῖ τοῦ Ἀδὰμ τὴν καταδίκην πληρώσαντος. Καινὸν οὖν ἐδόκει εἶναι τοῖς τότε θέαμα, ὀστέον κεφαλῆς, τῆς σαρκὸς περιῤ ῥυείσης, καὶ ἀποθέμενοι τὸ κρανίον ἐν τῷ τόπῳ, κρανίου τόπον ὠνόμασαν. Εἰκὸς δὲ μηδὲ τοῦ Νῶε τοῦ ἀρχηγοῦ πάντων ἀνθρώπων ἀγνοῆσαι τὸν τάφον, ὡς μετὰ τὸν κατα κλυσμὸν ἀπ' αὐτοῦ διαδοθῆναι τὴν φήμην. ∆ιόπερ ὁ Κύριος τὰς ἀρχὰς τοῦ ἀνθρωπείου θανάτου ἐρευνήσας, εἰς τὸν λε γόμενον κρανίου τόπον τὸ Πάθος ἐδέξατο, ἵνα ἐν ᾧ τόπῳ ἡ φθορὰ τῶν ἀνθρώπων τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ἡ ζωὴ τῆς βασιλείας ἄρξηται· καὶ ὥσπερ ἴσχυσεν ἐν τῷ Ἀδὰμ ὁ θάνατος, οὕτως ἀσθενήσῃ ἐν τῷ θανάτῳ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ Ἐν κέρατι, ὡς κατὰ τοῦ ἐχθροῦ ἀμυντήριον ἔχοντι τὸν σταυρὸν τοῦ Χριστοῦ· καὶ Πίονι, ὡς μετὰ τὸν παράδεισον τῶν κατὰ πάσης τῆς ὑφ' ἡλίῳ τῶν πρωτείων ἠξιωμένῳ. 5.142 Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύ τευσα ἄμπελον σωρήχ· καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῇ. Οὐ πάνυ τι ἡ ἀκολουθία τῆς λέξεως τῇ φύσει τῶν πραγ μάτων ἕπεται. Πρότερον γάρ ἐστι τὸ φυτεῦσαι τοῦ χαρα κῶσαι· εἴπερ οἱ χάρακές εἰσι βοήθεια τῇ ἀμπέλῳ πρὸς τὸ ἀνέχειν ἀπὸ τῆς γῆς τοὺς καρπούς. Ἢ μήποτε ὁ προνοητικὸς γεωργὸς παρὰ τὴν πρώτην κατασκευὴν πάντα προευτρεπί σας, ὕστερον ἄρχεται τῆς φυτείας; ∆ιὰ τοῦτο πρῶτον περι φράσσει, εἶτα χαρακοῖ, εἶτα φυτεύει ἄμπελον, οὐ τὴν τυ χοῦσαν, ἀλλὰ σωρὴχ, ὅπερ Σύμμαχος ἐποίησεν ἐκλεκτήν. Τίς οὖν ὁ φραγμὸς, ἢ δηλονότι αἱ ἐντολαί, ἃς πρὸ τοῦ ἀγαγεῖν εἰς τὴν γῆς τῆς κατασχέσεως ἔδωκε τῷ λαῷ; Εἶτα δύναμις αὐτοῖς ἐδόθη παρὰ Θεοῦ κρατεῖν τῶν ὑπεναντίων καὶ ἐξολοθρεύειν τὰ προενοικήσαντα ἔθνη. Ὅπερ χάρακας εἶπε, διὰ τὸ ὑψηλοὺς ποιεῖν καὶ περιφανεῖς, τοὺς καρποὺς ἐγείροντας ἀπὸ τοῦ