1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

70

πτώματος, πρὸς τὸ μὴ πάντη εὐεπιχειρήτους εἶναι. Μετὰ τοῦτο ἡ φυτεία τῶν ἐκλεκτῶν, διὰ τὸ ἐκ σπέρματος εἶναι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακῶβ, τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Ὁ δὲ πύργος, ὁ οἰκοδομηθεὶς ἐν μέσῳ τοῦ ἀμπελῶνος, δη λονότι ὁ ναός ἐστιν ἐν μέσῃ τῇ Ἰουδαίᾳ καθιδρυμένος. Προ λήνιον δὲ αὐτὴ ἡ συναγωγὴ τῶν Ἰουδαίων, διότι ληνὸς μὲν κυρίως ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἐκ τῆς πανταχόθεν συλ λογῆς κεκοσμημένη, δι' ἣν καὶ τὰ ἐπιλήνια ᾄσματα παρὰ τῷ Ψαλμῳδῷ ᾄδεται. Προλήνιον δὲ καὶ ἡ προπαρασκευὴ ἡ διὰ τοῦ νόμου, καὶ προμελέτησις εἰς εὐσέβειαν· καὶ καθ' ὃ μὲν εἰς ἑνότητα ἄγει, ληνός· καθ' ὃ δὲ προπαρασκευὴ τε λειοτέρων, ἐστὶ προλήνιον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἀκό λουθον ἦν ἐπὶ τῇ φυτείᾳ τῇ ἐκλεκτῇ, καὶ τῇ ἐπιμελείᾳ τῇ τοσαύτῃ, τοὺς καρποὺς γλυκεῖς ἀποδίδοσθαι. Τὰ γὰρ τέκνα τοῦ Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ἀπαιτεῖται. Ἀλλ' ἀντὶτῆς προσδοκηθείσης σταφυλῆς, ἐποίησεν ἀκάνθας, τουτέ στιν ἀντὶ τοῦ εὐφραίνειν καὶ ἀναπαύειν, ἕτοιμος πρὸς τὸ κατακεντεῖν καὶ καταξαίνειν καὶ αἱμάσσειν τοὺς πλησιά ζοντας. Τίνα γὰρ τῶν Προφητῶν οὐκ ἀπέκτειναν, κατὰ τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολήν; Οὐ μόνον δὲ οἶμαι κατὰ τὸ φονικὸν ἀκάνθας ἐγκαλοῦνται πεποιηκέναι, ἀλλ' ὅτι, κατα λιπόντες τὸ εἶναι φιλόθεοι, φιλήδονοι μᾶλλον γεγόνασι καὶ ταῖς μερίμναις τοῦ βίου οἱονεὶ ἀκάνθαις τὸν νοῦν συνεπνί γοντο. Ὥσπερ δὲ ἄκανθα σταφυλὴν οὐ φέρει, οὕτως οὐδὲ κληματὶς ἀκάνθας. ∆ιὰ τοῦτο ὁ Κύριος· Μήτι συλλέγουσι (φησὶν) ἀπὸ ἀκανθῶν σταφυλάς; Ἀλλ' ὅμως οἱ Ἰουδαῖοι ποιοῦσιν, ἀντὶ σταφυλῶν, ἀκάνθας. 5.143 Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶ νός μου. Εἰ ὁ ἀμπελὼν τοῦ Κυρίου οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, πῶς ἐπὶ τοῦ ἀμπελῶνος δικάζεται κατὰ τοῦ ἀμπελῶνος; Ἢ διὰ τὸ ἀναντίῤῥητον τῶν ἐλέγχων αὐτοῖς βούλεται καθ' ἑαυτῶν δικασταῖς ὁ λόγος χρήσασθαι; Ὃ καὶ ὁ Νάθαν ἐπὶ τοῦ ∆αβὶδ ἐποίησεν, αὐτὸν δικαστὴν καθίσας τοῦ ἰδίου ἀδική ματος. Τὴν δὲ ὑπερβολὴν τῆς φιλανθρωπίας συνίστησι τὸ εἰς ἰσότιμον κρίσιν τὸν Θεὸν τοῖς ἑαυτοῦ οἰκέταις συγκατα βαίνειν. Ὁμοῦ δὲ καὶ τοῦ δικαίου ἀπόδειξιν ἔχει, ὡς οὐδὲ οὐδὲν τῶν καταδικαζομένων ἐχόντων ἀντιλέγειν τῇ ἐναρ γείᾳ τοῦ δικαίου. Κρίνατε (φησὶ) μεταξὺ ἐμοῦ καὶ τοῦ ἀμ πελῶνός μου. Καὶ εἴπατε, τί τῶν πρὸς καρπογονίαν αὐτῷ συντελούντων οὐχὶ γεγένηται; Τί γὰρ (φησὶ) ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Τί τῶν ἐπιβαλλόν των μοι περὶ τῆς εἰς αὐτὸν ἐπιμελείας οὐχὶ πεποίηκα; Οὐ τόπος πίων καὶ καρτερὸς ὁ αὐτός; οὐ φραγμός; οὐ χά ρακες; οὐ φυτεία εὐγενεστάτη; οὐ πύργος; οὐ προλήνιον; οὐχ ὅ τι ἂν εἴπῃ τις; Ταῦτα μέντοιγε νομιστέον λέγεσθαι ὑπὸ τοῦ λόγου καὶ πρὸς ἡμᾶς, οἳ, κληθέντες ἐπὶ τῷ ποιεῖν τοὺς καρποὺς τῆς δικαιοσύνης, ὑπὸ φιλοπλουτίας ἐμπίπτομεν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἔχει τι ἀναγκαῖον ἡ ταὐτολογία· ἐν μὲν γὰρ τοῖς ἄνω ὁ τὴν ᾠδὴν ἐπαγγέλλων ἔλεγεν· Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν· ἐνταῦθα δὲ πρὸς τοὺς, ἐφ' ὧν κρίνεται, ποιεῖται τοὺς λό γους· Κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου· τὸ Ἔμεινα τοῦ μοιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. 5.144 Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. Ἴδιον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν διὰ τῶν ἀπειλῶν προ καλουμένου εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· ὡς πεποίηκε Νινευίταις διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐσιωπῇ ἐπήγαγε τὸν ἀφανισμὸν, ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ ἱκεσίαν τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε, λέγων· Καὶ νῦν ἄφες με καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον. Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθήκαμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεοργῷ· Ἰδοὺ, τρία ἔτη