1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

71

ἔρχομαι ἐπὶ τὴν συκῆν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν. Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοῦτο δὲ ἔλεγεν, ἐρεθίζων μὲν τὸν γεωργὸν εἰς τὴν ὑπὲρ αὐτῆς ἐπιμέλειαν, διεγείρων δὲ τὴν ἄκαρπον ψυχὴν εἰς τὸ ποιεῖν τοὺς ἐπιβάλλοντας αὐτῇ καρπούς. Ὃ δὲ λέγομεν, σαφέστερον παρὰ τῷ Ἱερεμίᾳ ἐστὶν εὑ ρεῖν· Ἰδοὺ γὰρ (φησὶ) ὡς ὁ πηλὸς τοῦ κεραμέως, οὕτως ἐστὲ ὑμεῖς ἐν ταῖς χερσί μου, οἶκος Ἰσραὴλ, λέγει Κύ ριος. Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν. Καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι. Καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου· καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. Οὕτως οὖν καὶ ἐνταῦθα δεχόμεθα τὴν πρόῤῥησιν, οὐκ ἀπόφασιν τοῦ πάντως ἐκβησομένου, ἀλλ' ἀπειλὴν ἐπιστροφὴν ἐμποιοῦντος ἀπὸ τῆς ἁμαρτίας. Τί οὖν ἐστιν ἃ ἀπειλεῖ; 5.145 Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρ παγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς κατα πάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀμπελὼν Κυρίου, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν· καὶ οὐ δικαιο σύνην, ἀλλὰ κραυγήν. Ἀναλαβόντες τοίνυν καὶ καθ' ἕκαστον τῶν ἠπειλημένων ἐξετάσαντες καὶ βασανίσαντες αὐτῶν τὸν νοῦν, ἐρευνήσω μεν μήτι καὶ ἡμῶν ἅπτεται τὰ λεγόμενα. Καθελῶ (φησὶ) τὸν φραγμὸν αὐτοῦ. Προσήκει μὲν τὰς νομικὰς ἐντολὰς φραγμὸν ὑπονοῆσαι, ἤτοι τὸν Ἰσραὴλ, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς τοῦ Παύλου, λέγοντος, ὅτι Αὐτός ἐστιν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Τὸ γὰρ αὐτὸ ἐδόκει καὶ φυλακτήριον εἶναι τοῦ Ἰσραὴλ, καὶ κωλυτικὸν τῆς ἐπιμι ξίας καὶ τῆς ἑνώσεως τῶν λαῶν, διὰ τὸν βαρὺν ζυγὸν τοῦ νόμου ἀποκνούντων εἰς τὴν παραδοχὴν τοῦ λόγου τῆς εὐ σεβείας. Ὁ οὖν ἐν δόγμασι, τουτέστιν ἐν θεωρήμασιν ὑψηλοῖς τὴν σαρκίνην καὶ ταπεινὴν τοῦ νομικοῦ γράμματος παρατήρησιν καταργήσας, αὐτὸς ἔλυσε τοῦ φραγμοῦ τὸ με σότοιχον, οὐκ ἀπερίφρακτον καταλιμπάνων τὸν ἑαυτοῦ λαὸν, ἀλλὰ μιᾷ περιλαμβάνου αὐλῇ, ἵνα γένηται μία ποίμνη, εἷς ποιμήν. Νῦν οὖν ἀπειλεῖ ὁ λόγος καθαιρήσειν τὸν φραγμόν, τουτέστι πᾶν φυλακτήριον τοῦ Ἰσραὴλ περιαιρήσειν. Καὶ τάχα ἐπειδὴ ∆ι' Ἀγγέλων ἐδόθη ὁ νόμος ἐν χειρὶ Μεσίτου, καὶ τὴν τῶν Ἀγγέλων φυλακὴν, τῶν φρουρούντων τὰ ὅρια τοῦ Ἰσραὴλ, περιαιρήσειν αἰνίττεται. Μήποτε δὲ καὶ ἡμῶν ἕκαστος (ἔχων Ἄγγελον ἅγιον τὸν παρεμβάλλοντα κύκλῳ τῶν φοβουμένων τὸν Κύριον) ἐν ἁμαρτίαις ἐξετασθεῖς, ὑπόδικος γένηται τῇ ἀπειληθείσῃ πληγῇ, καὶ γυμνωθῇ τοῦ τείχους τῆς ἀπὸ τῶν ἁγίων ∆υνάμεων ἀσφαλείας, αἵτινες, ὅσον ἂν παρῶσι χρόνον, ἀκαθαιρέτους διασώζουσι τοὺς παρ' αὐτῶν φρουρουμένους. Γυμνωθεῖσα δὲ πᾶσα ψυχὴ τῆς ἀσφαλείας ταύτης, ἔκκειται εἰς διαρπαγὴν τοῖς ἐχθροῖς, τουτέστι ταῖς ἀντικειμέναις ἐνερ γείαις, καὶ εἰς καταπάτημα τοῦ ἐγκαυχωμένου καὶ λέγοντος, ὅτι Ἐμπεριπατήσας τὴν οἰκουμένην, πάρειμι. Τοιοῦτόν τι καὶ ὁ Ψαλμὸς περὶ ἀμπέλου φησίν· Ἵνα τί κα θεῖλες τὸν φραγμὸν αὐτῆς; Καὶ Ἐλυμήνατο αὐτὴν ὓς ἐκ δρυμοῦ. Οἱ γὰρ μὴ πεφραγμένοι λόγῳ καὶ δυνάμει ἀγγελικῇ, ἔκδοτοί εἰσι τοῖς ἀλόγοις κινήμασι, καὶ, διὰ τὴν πλεονάζουσαν ἐν αὐτοῖς τῆς ἁμαρτίας δυσωδίαν, ἐπιτήδειοί εἰσι χοίρων ὑπο δοχῆς, ἐπὶ πλέον τῆς ἁμαρτίας τὸν βόρβορον ἀνακινούντων καὶ ἐγκαλινδουμένων αὐτῷ. Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος λέ γει· Καὶ καθ' ὣς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, ποιεῖν τὰ μὴ καθήκοντα. Τουτέστιν· οἱ τὴν ἐκ τοῦ λόγου φυλακὴν ἀπο