1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

72

βάλλοντες, ἔκδοτοί εἰσι τοῖς βοσκηματώδεσι λογισμοῖς, καὶ πονηροῖς δαιμονίοις τοῖς τὰ ἀκάθαρτα ἐνεργοῦσιν. Ἐπὶ μέντοι τοῦ Ἰσραὴλ ἔφθασεν ἡ ἀπειλὴ, ὅτε διὰ τὴν εἰς τὸν Κύριον ἁμαρτίαν ἔκδοτοι τοῖς ἔθνεσιν ἀφεθέντες, εἰς διαρ παγὴν ἐγένοντο καὶ καταπάτημα τῶν πολεμίων. 5.146 Εἶτά φησι· Καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. Ἐν τοῖς ἄνω διηγούμενος τὰς παρ' ἑαυτοῦ εἰς τὸν λαὸν εὐεργεσίας, Φραγμὸν (φησὶ) περιέθηκα καὶ ᾠκοδόμησα πύργον· ἐνταῦθα δὲ Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ κα θελῶ τὸν τοῖχον, ἀντὶ πύργου (ὡς οἶμαι) τὸν τοῖχον λέ γων· ἐπεὶ καὶ ὁ πύργος τέσσαρές εἰσι τοῖχοι κατὰ γωνίας ἀλλήλοις συναπτόμενοι, ὥστε κἀκεῖ πύργον νοεῖσθαι τὴν ὑψηλὴν τοῦ ἀμπελῶνος τῶν τοίχων περιβολὴν, πρὸς τὸ ἀνέμβατον αὐτὸν εἶναι καὶ ἀνεπιχείρητον τοῖς ὑπεναντίοις. Καὶ ἡμῶν δὲ τοῖχος καθαιρεῖται, ὅταν ἀναξίους ἑαυ τοὺς τῆς ἐκ τῶν θείων δογμάτων φυλακῆς διὰ ῥᾳθυμίας ποιήσωμεν. Τῷ μὲν γὰρ δικαίῳ πύργος ἐστὶν ὁ Θεὸς ἀπὸ προσώπου ἐχθροῦ· τοῦ δὲ ἁμαρτωλοῦ διὰ τὴν ἐγκατάλειψιν περιαιρεῖται πᾶσα ἀσφάλεια καὶ παντὸς ὀχυρώματος προ βολή. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. Ἐντεῦθεν δῆλον, ὅτι ἡ ἄνεσις τῶν ἁμαρτωλῶν κατὰ ἐγκατάλειψιν γίνεται. Ὧν μὲν γὰρ προνοεῖται, ὁ λόγος φησίν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλείπω· ὧν δ' ἂν παντελῶς ἀπογνῷ, τούτους ἀνέτους ἀφίησι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν αὐτῶν, ὡς τῆς παιδευτικῆς ἀνωφελοῦς αὐτοῖς ἐσομένης. Ἀνήσω οὖν (φησὶ) τὸν ἀμπελῶνα. Καὶ τί τὸ ἐντεῦθεν αὐτῷ συμβαῖνον; Οὐ μὴ τμηθῇ (φησὶν) οὐδὲ μὴ σκαφῇ ἔτι. Ὥσπερ γὰρ οἱ τὴν ἄμπε λον τέμνοντες, συνέχουσιν αὐτῆς τὴν δύναμιν (ὥστε τετα μιευμένως καὶ σωφρόνως, διὰ τῆς τῶν ἀναγκαίων φορᾶς, προϊέναι) οὕτω καὶ ψυχὴ ἐπικαμπτομένη ταῖς θλίψεσιν, οἱο νεὶ συστέλλεται καὶ ταπεινοῦται λυσιτελῶς, καὶ πρὸς τὴν οἰκείαν ἑαυτῆς ἐπιμέλειαν ἐπανάγεται, τὸ ἀναγκαῖον καὶ ὠφέλιμον ἐν τοῖς πράγμασιν αἱρουμένη. Ἡ δὲ ἀφεθεῖσα ἄνετος, οἷόν τις ἄμπελος ἀτημέλητος, ὑλομανεῖ καὶ ἐκχεῖται περὶ τὰ ἄχρηστα καὶ ἀνωφελῆ, πρὸς τὴν τῶν πολλῶν ἀπά την πᾶσαν τὴν τῶν ἔργων ἐπίδειξιν ποιουμένη. Ὁ γὰρ τῶν φθαρτῶν τὴν ἐργασίαν ποιούμενος, ὅμοιός ἐστιν ἀμπέλῳ, ξύλα καὶ φύλλα καὶ ἕλικας ἐκτρεφούσῃ, οἶνον δὲ εὐφρο σύνης ποιητικὸν, εἰς ἀποθήκας βασιλικὰς ἀποτεθῆναι δυνά μενον, μὴ ποιούσῃ. 5.147 Ὁ οὖν ἀνεθεὶς ἀμπελὼν δύο πάσχει δεινά· οὔτε τέμνεται (φησὶν) οὔτε σκάπτεται. Εἴρηται τί τὸ μὴ τέμνε σθαι, τουτέστι μὴ κατακονδυλίζεσθαι ταῖς περιστάσεσιν, ὅπερ ἐπ' ὠφελείᾳ τῶν θλιβομένων οἰκονομεῖται. Σκάπτεται δὲ ὁ πᾶσαν τὴν περικειμένην αὐτῷ ὕλην διδασκόμενος πρὸς τὴν οἰκείαν ὠφέλειαν λαμβάνειν. Οἷον ἄσκαφός ἐστιν πλούσιος, ὁ τῷ βάρει τῶν γηΐνων τὴν ψυχὴν πιεζόμενος· πρὸς ὃν οὔτε ὑετὸς οὐράνιος καταβαίνει· οὐ γὰρ ἐφικνεῖται τῆς ῥίζης, πολλῆς ἐπ' αὐτῆς συμπεφορημένης τῆς ματαιό τητος. Ὁ μέντοι τῷ κατανυκτικῷ λόγῳ ἀποσκευάσασθαι τὸν ὄχλον τῶν γηΐνων πραγμάτων καὶ φθαρτῶν διδαχθεὶς, καὶ ἀναπνεῦσαι μὲν ἀπὸ τῆς συνοχῆς, ἐκκαλύψαι δὲ ἑαυ τοῦ τὰ κρυπτὰ, ἀνατρέψαι δὲ τὰς τῆς πικρίας ῥίζας, καὶ οἱονεὶ ξηρᾶναι διὰ μετανοίας, οὗτός ἐστιν ὁ σκαφείς. ∆ιόπερ καὶ ἡ τῶν ἀκανθῶν χύσις κωλύεται, τουτέστιν αἱ μέριμναι τοῦ βίου τούτου οὐδεμίαν ἕξουσι χώραν ἐν τῇ ἀνατροπῇ τῶν γηΐνων. Ἔτι πρὸς τὸ μὴ τμηθῆναι καὶ τὸ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ εἰρημένον παραληπτέον· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Ὁ μὲν οὖν κακὸς οἰκονόμος Σκάπτειν (φησὶν) οὐκ ἰσχύω· ὁ δὲ ἀγαθὸς καὶ φρόνιμος οἰκονόμος ἐπιστημόνως περισκά ψει, τουτέστιν ἀνακινήσει πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τῇ προηγουμένῃ ἑαυτοῦ ζωῇ προσοικειώσει· δεικνὺς, ὅτι ὥσπερ ἡ γῆ, ἀφισταμένη μὲν τῆς ῥίζης, τροφὴ τοῦ φυτοῦ γίνεται (ἐπικειμένη δὲ αὐτῇ, θλίβει αὐτὴν καὶ βαρύνει) οὕτω καὶ ἡ τῶν χρημάτων περιβολὴ, ἐπικειμένη μὲν