1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

73

τοῖς πλουτοῦσι, βυθίζει αὐτῶν τὰς ψυχὰς, ἀλλοτριουμένη δὲ τῶν ἐχόντων εἰς τὴν τῶν δεομένων μετάδοσιν, τότε αὐτῶν οἰκεία γίνεται. Ἀκολουθεῖ δὲ τῷ μὴ τέμνεσθαι, μηδὲ σκάπτεσθαι, τὸ ἀναβαίνειν, ὡς εἰς χέρσον, ἄκανθαν. Τοὺς ἐνεχομένους ταῖς τοῦ βίου μερίμναις ὁ Σωτὴρ ἡμῶν ἔφησεν εἶναι γῆν ἀκάνθας ἐκφύουσαν, δεχομένην μὲν τὸν τοῦ λόγου καρπὸν, συμπνί γουσαν δὲ ὑπὸ τῶν ἀκανθῶν. Εἰς οὖν τὴν ἀγεώργητον ψυ χὴν πολὺ τὸ πλῆθος τῶν μεριμνῶν. ∆ιό φησιν· Ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθαι. 5.148 Τήρει δὲ ὅτι ἄνω μὲν εἶπεν· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐνταῦθα δὲ προσέθηκε τὸ Καὶ ἀναβήσονται. Μέγεθος γάρ τι τῆς κακίας καὶ τὴν ἐπὶ πολὺ χύσιν ὁ λόγος ἐμφαίνει διὰ τῆς τῶν ἀκανθῶν ἀναβά σεως. Εἶτα, ἐπειδὴ πονηρὰ τῆς ἀμπέλου τὰ βλαστήματα, αἴρεται αὐτῆς ὁ ὑετός, ἐπειδήπερ οὐκ εἰς δέον ἐχρήσατο τῇ παρ' αὐτοῦ βοηθείᾳ. Ὥστε καὶ ἡμεῖς ὅταν ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις ἡμῖν ἀφορμαῖς μὴ εἰς ἀγαθὸν κεχρημένοι ὦμεν, ἀφαιρεῖται ἡμῶν ἡ ἐξ οὐρανοῦ βοήθεια. Εἰ δὲ ἀμ πελὼν ὁ Ἰσραὴλ, ἀγεώργητος μένει διὰ τὸ μὴ ἀποδιδόναι τοὺς ἐπιβάλλοντας αὐτῷ καρποὺς τῷ ∆εσπότῃ, ἀλλὰ πρό τερον μὲν τοὺς ἀπεσταλμένους δούλους δεῖραι καὶ λιθοβο λῆσαι καὶ ἀποκτεῖναι, ὕστερον δὲ καὶ αὐτῷ τῷ υἱῷ τοῦ ∆εσπότου τὰς χεῖρας εἰς φόνον ἐπιβαλεῖν. Αὐταὶ δὲ πᾶσαι αἱ πονηραὶ καὶ ἄδικοι πράξεις ἄκανθαί εἰσιν ὠνομασμέναι· διὰ τὸ γῆς κατηραμένης εἶναι βλαστήματα, εἰκότως ἐντολὰς λαμβάνουσιν αἱ νεφέλαι τοῦ μὴ βρέχειν ἐπὶ τὸν τὰ τοιαῦτα ἐκφέροντα ἀμπελῶνα. Τίνες οὖν αἱ νεφέλαι, καὶ τίς ὁ ὄμβρος; Ἐκ τῆς περὶ νεφῶν φυσιολογίας πειραθῶμεν εἰς ἔννοιαν τῶν εἰ ρημένων ἐλθεῖν. Ἔστι τοίνυν ἡ νεφέλη ἀὴρ παχὺς, ἐκ τῆς ὑγρᾶς κατὰ γῆν ἀναθυμιάσεως συνιστάμενος· εἶτα μετεω ρισθεὶς τοῖς ἀνέμοις, ὅταν λάβῃ παρ' αὐτῶν ἀξιόλογον ἄθροισμα καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν ἐγγένηται, τότε σταγόνας εἰς τὴν γῆν ἀφίησι. Καὶ αὕτη τῶν ὄμβρων ἡ φύσις, ἀπὸ γῆς τὴν ἀρχὴν ἐχόντων, καὶ δι' ἀέρος πάλιν ἐπὶ τὴν γῆν φερομένων. Τοιοῦτοι ἦσαν καὶ οἱ Προφῆται, ἐκ μὲν τῆς κοινῆς φύσεως ὡρμημένοι, διὰ δὲ καθαρότητα ψυχῆς τῇ δυνάμει τοῦ Πνεύμα τος ὑπερυψούμενοι καὶ λόγων γονίμων σταγόνας ταῖς ψυχαῖς ταῖς ἀγαθαῖς καὶ καρποφόροις ἐνστάζοντες. Τοιοῦτος ἦν Μω ϋσῆς, λέγων· Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου· καὶ πάλιν· Ὡς ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. Αὗται οὖν αἱ οὐράνιοι δυνάμεις ἐντολὴν λαμβάνουσι τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀκανθοφόρον ἀμπελῶνα, τὸν ταῖς ἀκάνθαις ταῖς οἰκείαις στεφανώσαντά μου τὸν ∆εσπότην. ∆ιὰ τοῦτο νῦν σιωπή ἐστι παρὰ τῇ συναγωγῇ ἐκείνῃ λόγου Θεοῦ, καὶ οὐκ ἔστιν ἔτι προφήτης, οὐδὲ ἄρχων, οὔτε ἡγούμενος, ἀλλ' αἰθρία δεινὴ καὶ ἀνέφελος, τῆς πάλαι κατάρας ἐπ' αὐτῆς βεβαιουμένης, ὅτι Καὶ ἔσται σοι ὁ οὐρανὸς ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ὑποκάτω σου σιδηρᾶ· καὶ πάλιν· ∆ῴη ὁ Κύριος τὸν ὑετὸν τῆς γῆς σου κονιορτὸν καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε. Οὐκέτι γὰρ αἱ νεφέλαι αἱ πνευματικαί, καὶ οὐκέτι προφή της, τῆς ἐντολῆς τοῦ Κυρίου βεβαίας φυλαττομένης. Κἂν αἱ νεφέλαι δὲ βρέχειν λέγωνται, οὐδὲν ἧττον ὁ Κύριός ἐστιν ὁ βρέχων. Οὐκ ἔστι γὰρ (φησὶν ὁ Προφήτης) ὑετίζων ὥσπερ σύ. Καὶ πάλιν ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· Καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται καὶ μερὶς, ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται, οἰκονομοῦντος τοῦ ἀγαθοῦ Θεοῦ τὴν μερίδα τῶν χειρόνων μὴ βραχῆναι, ὑπὲρ τοῦ ξηρανθῆναι ἐν αὐτῇ τὰ τῆς πονηρίας βλαστήματα. Σαφῶς παρέστησε τὸ βούλημα τοῦ λόγου, ὅτι ἀμπελῶνα τὸν Ἰσραὴλ λέγει, περὶ ὃν γενήσεσθαι τὰ ἐπαγγελθέντα καὶ προειρημένα ἠπείληται. 5.149 Καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. ∆ιῃρέθη ἡ προσηγορία τοῦ Ἰακὼβ εἰς τὸν Ἰσραὴλ καὶ Ἰούδαν, πρότερον μὲν ἐπὶ τοῦ ∆αβὶδ, μετὰ τὴν τελευτὴν τοῦ Σαοὺλ, μερισθέντος τοῦ λαοῦ εἰς τὸν υἱὸν Σαοὺλ καὶ τὸν ∆αβίδ, ὕστερον δὲ ἐπὶ τοῦ Ῥοβοὰμ, ὅτε Ἱεροβοὰμ