1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

75

οἰκή σετε μόνοι ἐπὶ τῆς γῆς; 5.151 Εἰ γὰρ ἐπιθυμεῖς τῶν τοῦ γείτονος (γείτων δέ σοι πάντως οὐ λείψει) ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι τῆς καθ' ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρέλαβες, ἐπιμένων οἷς ἔχεις, εἰδὼς ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν οἰκητόρων καὶ πλῆθος χώρας, ἐκ πλεονεξίας περιβληθὲν, ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη. Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως πεπορισμένας οἰκίας, εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώπου οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας, ἐρήμους τῶν οἰκητόρων ποιοῦσα. Πολλάκις γοῦν ἔγνωμεν ὅλα γένη ἄρδην ἀφανισθέντα, ὡς ἀπορίᾳ τῶν διαδεχομένων καταῤῥυῆναι πρὸς γῆν τὰς με γαλοφυεῖς καὶ ὑπερηφάνους τῶν οἰκημάτων κατασκευάς. Ἀλλὰ καὶ ὅσοι μετὰ παρορισμοῦ τῶν πλησίον τοὺς ὅρους τῶν οἰκείων κτήσεως ὑπερεξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, πάντως ἀλ λότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας, ὥστε ἔνθα δέκα ζεύγη βοῶν εἰργάσατο, μόγις κεράμιον ἓν τρυγηθῆναι καὶ ἔνθα ἓξ ἀρτάβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τῶν καρπῶν, ἅπερ ἐστὶ πολλοστημόριον τῶν σπερμάτων. 5.152 Ἔχει μὲν οὖν πολὺ καὶ αὐτόθεν τὸ ὠφέλιμον ἡ λέξις· δυνατὸν δὲ τῷ φιλοπόνῳ κατὰ ἀναγωγὴν ἐπὶ πλεῖον ἄγειν τὸ ἀπὸ τῆς προφητείας χρήσιμον. ∆ύναται γὰρ οἰκία ἑκάστου νοεῖσθαι τὰ δόγματα καὶ αἱ πράξεις, διὰ τὸ πυκνὸν καὶ ἡνωμένον τῆς ἐν τοῖς νοήμασι κατασκευῆς, περὶ ἑκάστου δόγματος. ∆ιότι, ὥσπερ ἐν οἰκίᾳ θεμέλιος ὑπόκειται τῇ λοιπῆ κατασκευῇ, οὕτω καὶ ἐπὶ τῶν δογμάτων ὑποθέσεις τινές εἰσι καὶ πρῶται ἀρχαὶ, οἷς ἐπερειδόμενοι δογματίζουσι, τὰ ἐφεξῆς ἀκολούθως καὶ συναφῶς ταῖς πρώταις ἀρχαῖς συνυφαίνοντες. Ὅσοι οὖν τὸ τῆς πίστεως δόγμα, ὅπερ ἔχει θεμέλιον καὶ ἀρχὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δόγ μασιν ἀλλοτρίοις καὶ ξένοις τῆς θεοσεβείας ἐπισυνάπτουσιν, οὗτοί εἰσιν οὓς ὁ λόγος ὀδύρεται παρὰ τὸ καθῆκον ποιοῦν τας ἐν τῷ συνάπτειν οἰκίαν πρὸς οἰκίαν. Ὅτι γὰρ οἰκία τὰ τῆς θεοσεβείας ὠνόμασται δόγματα, αὐτὸς ὁ Κύριος διὰ τῆς παραβολῆς ἡμᾶς ἐδίδαξε, λέγων, ὅτι Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς, ὁμοι ωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν. Ἔοικε δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Κοριν θίους πρώτῃ διδάσκειν ἡμᾶς, ὅτι ἕκαστος ἑαυτῷ οἰκίαν οἰκο δομεῖ τῶν εἰς Χριστὸν πεπιστευκότων. Θεμέλιον γὰρ (φησὶν) ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην ... Ἐπειδὴ δὲ τῶν κατασκευαζόντων τὰ δόγματα οἱ μὲν γέλωτος καὶ χλεύης ἄξια φρονοῦντες, οἱονεὶ γέλωτα οἰκοδομοῦσιν, οἱ δὲ ἀστειότεροι σπουδαῖα κατασκευάζουσιν, ὁ Μιχαίας, καθαιρῶν τὰ οἰκήματα τῶν καταγελάστων· Οἱ ἐν Γὲθ (φησὶ) μὴ μεγαλύνεσθε· καὶ οἱ ἐν Ἀκαρεὶμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα ὑμῶν. Καὶ πάλιν ὁ αὐτὸς, ἐπιπλήττων μοχθηροῖς διδασκάλοις, φησίν· Ἀκού σατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατά λοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις ... Πᾶς γὰρ ὁ τὰ ἀλλότρια κα τασκευάζων δόγματα, οἰκοδομεῖ τὴν Σιὼν, τουτέστι τὸ ἑαυτοῦ σκοπευτήριον, ἐν αἵμασι· καὶ ὁ συνιστὰς ἐκκλησίαν πονηρευομένων, οἰκοδομεῖ τὴν Ἱερουσαλὴμ ἐν ἀδικίαις. Εἰ οὖν δύο ἐστὶν εἴδη οἰκοδομῶν (τὸ μὲν ἀγαθὸν, τὸ ἐπὶ τὴν πέτραν, καὶ ἐπὶ τὸν θεμέλιον τοῦ Χριστοῦ· τὸ δὲ ἕτερον φαῦλον, ὃ καὶ καταγέλαστόν ἐστι καὶ ἀπωλείας αἴτιον) εἰκότως ὁ λόγος ταλανίζει τοὺς τὴν ἀγαθὴν οἰκίαν τῇ φαυ λοτέρᾳ συνάπτοντας, καὶ οἱονεὶ μιγνύντας τὰ ἄμικτα. - ̓Επιστήσεις δὲ μήποτε πάντες ἄνθρωποι, ὅ τι ποτ' οὖν περὶ ἀληθείας δογματίζοντες, ὑγιέσι τισὶ καὶ ἀληθέσι τοῖς προκατειλημμένοις κατὰ