1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

76

τὰς κοινὰς ἐννοίας καὶ ἐνεσπαρ μένοις ὑπὸ τοῦ δημιουργοῦ, καλὴν ἔχοντες οἰκίαν, ὅταν σφαλλόμενοι τῆς ἀληθείας, ἀλλότρια τῆς θείας διδασκαλίας ἐκ τῆς ἔξωθεν ἀπάτης ἐπεισάγωσιν, οἷον οἰκίᾳ καλῇ συν άπτουσιν οἰκίαν τὴν χείρονα. Καὶ ταῦτα μὲν εἰς τὸν περὶ τῆς οἰκίας λόγον. 5.153 Ἐπειδὴ δὲ ὁ Ἅγιος οὐ μόνον Θεοῦ ἐστιν οἰκοδομὴ, ἀλλὰ καὶ Θεοῦ γεώργιον, ὡς ὁ μακάριος Παῦλός φησι, καὶ ἡ αὐτὴ ψυχὴ τεθεμελίωται ὡς οἰκία, καὶ ἐῤῥίζωται ὡς φυτόν (Ἐν ἀγάπῃ γὰρ (φησὶν) ἐῤῥιζωμένοι καὶ τεθεμελιω μένοι) φέρε καὶ περὶ τοῦ κατὰ τὸν ἀγρὸν προσεγγισμοῦ διαλάβωμεν, ὃν οἱ φαύλως ποιοῦντες καὶ ἐσφαλμένως, τῇ ἐγκειμένῃ κατακρίσει ὑπόδικοι γίνονται. Ὅσα οὖν περὶ γεωργίας εἴρηται, ὡς συγγενῆ τοῖς προκειμένοις, συνεξε τάσωμεν. Ἔστι μὲν οὖν ἀστεία φυτεία, ἡ κατὰ τὸν Σολο μῶντα, λέγοντα. Ἐφύτευσά μοι ἀμπελῶνα, ἐποίησά μοι κή πους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ. Ἔστι δέ τις φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατὴρ, ἥτις καὶ ἐκριζοῦται κατὰ, τὴν ἀπειλὴν τοῦ Κυρίου. Αὕτη δὲ ἡ φυτεία ἐκ φυτοῦ Σοδόμων τὴν ἄμπελον ἔχει, καὶ τὴν κληματίδα ἐκ Γομόῤῥας, καὶ σταφυλὴν χολῆς γεωργεῖ, καὶ βότρυν πικρίας φέρει τοῖς κεκτημένοις· Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος. Ὁ οὖν καταφυτεύσας τὸ ἑαυτοῦ ἡγεμονικὸν πάσῃ καρποφο ρίᾳ πνευματικῇ, καὶ τοῖς ἐκ φύσεως ἐῤῥιζωθεῖσιν αὐτῷ πρὸς ἐπίδειξιν καρπῶν δικαιοσύνης παρὰ τοῦ Κτίσαντος ἐπιβα λὼν τὰ ἐκ τοῦ πονηροῦ γεωργοῦ, οὗτός ἐστιν ὁ διὰ τὸν ἀπηγορευμένον προσεγγισμὸν ἀγροῦ πρὸς ἀγρὸν ὑπὸ τοῦ λόγου ταλανιζόμενος. ∆ιὰ τοῦτο καὶ ἀπειλεῖ αὐτῷ τὴν ἀφορίαν, ὡς μὴ ἐξοίσοντος ἀναλογοῦντα τῇ διδασκαλίᾳ τῇ περὶ αὐτὸν τὰ τῶν καρπῶν ἐπιδείγματα. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. Ἡ μὲν λέξις τὴν ἐγχώριον συνήθειαν λέγει τῶν κατὰ τὴν Φοινίκην διὰ βοῶν ἀροτριώντων τὴν ἄμπελον· ὁ δὲ λόγος ἐνδείκνυται περὶ τῶν ἐπαμφοτεριστῶν καὶ τῶν ἐναντίων δογμάτων ἐφαπτομέ νων καὶ συναπτόντων πρὸς ἄλληλα· ὧν ἄκαρποί εἰσιν αἱ ψυχαί. 5.154 Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώ κοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέ πουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Τῆς ἀποστολικῆς λέξεως τὴν ἐξήγησιν τὸ παρὸν τοῦτο μέ ρος τῆς προφητείας περιέχει· ἐκεῖ μὲν γάρ φησι· Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· ἐνταῦθα δέ· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Σίκερα γὰρ πᾶν τὸ δυνάμενον μέθην ἐμποιῆσαι πόμα, τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες. Οἱ οὖν εὐθὺς ἀρχομένης τῆς ἡμέρας, κατὰ τὴν Παροιμίαν, ἐπὶ τὰ ποτήρια καὶ τὰς φιάλας δι δόντες ἑαυτῶν τοὺς ὀφθαλμοὺς, καὶ περισκοποῦντες ποῦ πότοι γίνονται, οἰνοπωλεῖα καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὰ συμπόσια παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες. Οὗτοι ὑπὸ τοῦ Προφήτου καταθρη νοῦνται. Οἳ καιρὸν μὲν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν παρέχουσιν, οὐδὲ διδόασι σχολὴν τοῖς ὀφθαλμοῖς ἀνανεῦσαι πρὸς οὐρανὸν καὶ τὰ ἐν αὐτῷ κάλλη, ὥστε ἐκ τῆς τούτων διακοσμήσεως τὸν γενεσιουργὸν ἐν νοεῖν· ἀλλὰ καὶ κοσμοῦντες ἑαυτῶν τὸ συμπόσιον τάπησι ποικίλοις καὶ ἀνθινοῖς παραπετάσμασι, περιττὴν δέ τινα σπουδὴν καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ ῥυτὰ καὶ φιάλας καὶ κισσύ βιον, καὶ κρατῆρας καὶ τὰ τοιαῦτα ὀνόματά τε καὶ σχή ματα τῇ παρασκευῇ τῆς μέθης ἐπινοοῦντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτοι, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Εἶτα ἀντιπροπίνοντες ἀλλήλοις καὶ εἰς τὴν ὑπὲρ τοῦ πίνειν ἅμιλλαν καθιστάντες, τίνα ὑπερ βολὴν εἰς αἰσχύνην καταλείπουσιν; Οἱ ἡττώμενοι, οἱ νι κῶντες, πάντες