1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

77

μεθύουσιν. 5.155 Συμποσίαρχοι δέ τινες ἐπὶ τούτοις καὶ ἀρχιοι νοχόοι καὶ ἀρχιτρίκλινοι, καὶ τάξις ἐν ἀταξίᾳ καὶ διά θεσις ἐν ἀκόσμῳ πράγματι. Μεθύουσιν οἱ ἐπιστάται, με θύουσιν οἱ ὑπηρέται· πάντα γελώντων καὶ μεθυόντων γέ μει· ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς. Εἶτα μέντοι, ὥσπερ ταῖς ἀρχαῖς ταῖς ἔξωθεν ἡ σεμνότης τῶν δορυφό ρων τὴν δυναστείαν παραύξει, οὕτω καὶ τῇ μέθῃ οἷον βασι λίδι θεραπείαν τινὰ περιστήσαντες, τὸ ἐπονείδιστον διὰ τὸ ὑπερβάλλον τῆς σπουδῆς περιστέλλουσι. Στέφανοι ἐπὶ τούτοις καὶ ἄνθη κατασκεδαννύμενα τῷ συμποσίῳ, καὶ μύρα καὶ θυμιάματα, καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι προσμηχανώμεναι, πλείονα τὴν ἀσχολίαν τοῖς ἀπολλυμέ νοις παρασκευάζουσιν, ἰσόῤῥοπον αὐτοῖς τῇ παρούσῃ φαιδρό τητι τὴν αἰώνιον κόλασιν προξενοῦντα. Εἶτα πόῤῥω, προϊόντος τοῦ πότου, αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, κατὰ μὲν τὴν ἀλήθειαν ἀποθρηνοῦντα τοὺς ἀπολλυ μένους, κατὰ δὲ τὴν ἐπιτήδευσιν τῶν μεθυόντων· ὥστε αὐτοῖς πάσας τῆς ψυχῆς τὰς ἡδονὰς τῇ μελῳδίᾳ διεγερθῆναι, ὡς, οὐκ ἀρκοῦντος τοῦ οἴνου, τῇ παρ' ἑαυτοῦ θερμότητι σμῆνος ἐπι θυμιῶν τῇ ἀθλίᾳ ψυχῇ τοῦ πίνοντος ἐπεγεῖραι. Ἀλλ' ἵνα πᾶσαι αὐτοῖς αἱ αἰσθήσεις ὑπὸ τῆς ἡδονῆς καταγοητευ θεῖσαι κατέχωνται, αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ ὀσφρήσεις ὑπὸ τῶν ἀναθυμιωμένων πληροῦνται, τὸ στόμα τῇ παρόδῳ τοῦ οἴνου ὑπηρετεῖ, ὀφθαλμοὶ βλέπουσι τὰ γι νόμενα, μᾶλλον δὲ παραβλέπουσι, τὴν ἀκρίβειαν τῆς αἰ σθήσεως ὑπὸ τῆς μέθης ἀφῃρημένοι. ∆ι' ἃ εἴρηται τὸ Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψὲ καὶ διημερεύοντες ἐν τούτοις, ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν τὰ ἔργα Κυρίου ἐμβλέπειν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Πότε γὰρ διδαχθῶσι περὶ Θεοῦ; Τὸ πρωΐ; Ἀλλ' εὐθὺς ἐξαναστάντες ἀπὸ τοῦ ὕπνου, τὸ σίκερα διώκουσιν. Ἀλλὰ μεσούσης ἡμέρας; Ἀλλὰ τότε δὴ μάλιστα αὐτοῖς αὔξησιν καὶ ἐπίδοσιν ὁ πότος ἔχει. Ἀλλ' ἑσπέρας; Ἀλλ' ἔτι πίνουσι. Καὶ ἡ μὲν ἡμέρα αὐτοὺς ἐπιλέλοιπεν, ἡ δὲ μέθη οὐκ ἐπιλείπει· ἀλλὰ μάλιστα δὴ τῆς νυκτὸς, ὡς ἰδίως αὐτοῖς διαφερούσης, ἀντέχονται. 5.156 Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Εἶτα τὴν αἰτίαν τοῦ δύνασθαι αὐτοὺς διαρκεῖν ἐν τῷ πότῳ ὁ Προφήτης φησίν· Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει, τὴν αἰτίαν λέγων καθ' ἣν ἀπλήρωτος αὐτοῖς ἐστιν ἡ τοῦ πίνειν ἐπιθυμία. Ὅτι ἐπειδὰν πολὺς (φησὶν) ὁ ἄκρατος εἰσχεθῇ, πλείονα τὴν θερμασίαν ἐπεισαγαγὼν τῷ σώματι, τὴν φυσικὴν ἰκμάδα τοῦ πίνοντος καταφρύσσει. Εἶτα (οἶμαι) αὐτὸς ἑαυτῷ ὁ οἶνος ὑπέκ καυμα γινόμενος, ὁ προλαβὼν τὴν εὐρυχωρίαν παρασκευάζει τῷ εἰσιόντι. Ὥσπερ δὲ αἱ χαράδραι, ἐπιῤῥέοντος μὲν τοῦ ὑγροῦ, πλήρεις εἶναι δοκοῦσι, παρελθόντος δὲ, ξηραὶ καὶ λιθώδεις καὶ ἄνικμοι καταλείπονται, οὕτω καὶ τὰ τῶν μεθυόντων σώματα ἀποχαραδρωθέντα τῇ ἀμετρίᾳ τοῦ οἴ νου, καὶ τὴν ἐκ φύσεως ἰκμάδα προσκατασύρει. Οἱ μένοντες τὸ ὀψέ. ∆ιὰ τοῦτο μένουσι (φησὶ) τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τὸ δὲ ἐκ τοῦ οἴνου πῦρ, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχ θροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτί ζει, τὰς δὲ ἐπιθυμίας καὶ τὰς ἡδονὰς, ὥσπερ ἔλαιον, φλόγα ἐξάπτει· ὥστε τὸ εἰρημένον, ὅτι Ὁ οἶνος αὐτοὺς συγκαύσει, οὐκ ἐπὶ τὴν εἰς τὸ πίνειν ἐπιθυμίαν μόνον, ἀλλὰ καὶ ἐπὶ τὴν λοιπὴν τοῦ σώματος πύρωσιν ἐκδεχόμεθα. Εἶτα πα ραύξων τὴν ἀτοπίαν ὁ λόγος πρόεισι· Μετὰ γὰρ κιθάρας (φησὶ) καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι. Κιθαρισταὶ γάρ τινες νέοι, οἳ κακῶς παραπεσόντες μεθύουσιν ὀφθαλμοῖς, καὶ αὐλητρίδες καὶ ψάλτριαι, κακῶς τὴν ὥραν διατιθέμεναι, καὶ χοροὶ καὶ συνῳδία κακῶν πρὸς τὸ ἔκλυτον διατεθρυμμένοι τὰ σώματα καὶ ἐπὶ τῇ παν δήμῳ μουσικῇ τὰς ψυχὰς κατακλῶντες, πρὸς πᾶσαν αἰσχρὰν καὶ παράνομον ἡδονὴν τοὺς ἐν τῇ μέθῃ διερεθί ζουσιν. Ἐκ δὲ τούτου τί συμβαίνει; Τὰ ἔργα Κυρίου μὴ ἐμ βλέπειν καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν. Ἀλλὰ τὸ μὲν Ἐμβλέπειν τὴν δι' ὀφθαλμῶν