1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

79

καιροῖς εὐφρο σύνης γάμων, ἢ ἑστιάσεων, αὐλοῖς καὶ κιθάραις, καὶ χοροῖς, ἀναγκαίως ἡμῖν ἐξήτασται, ἵνα τὴν ἐκ τοῦ θείου λόγου διαβολὴν πρὸς τὰς τοιαύτας ἐπιτηδεύσεις καταμαθόντες, φόβῳ τῶν ἐπηρτημένων δεινῶν, πρὸς γοῦν τὸ ἐφεξῆς τὴν πονηρὰν τοῦ βίου ὑμῶν συνήθειαν εἰς τὸ βέλτιον μεταβά λητε. Ἔστι δὲ καὶ τὴν διάνοιαν τῶν ῥητῶν καθ' ἑτέραν ἐκδοχὴν βασανίσαντας, εὑρεῖν τι καὶ ἕτερον ὠφελοῦν ἡμῶν τὰς ψυχάς. 5.159 Οὐαὶ (φησὶν) οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Τουτέστιν οἱ ἅμα τῷ λυθῆναι αὐτοῖς τὸν ἐκ τῆς ἀγνοίας σκότον διὰ τῆς εἰς θεογνωσίαν εἰσαγωγῆς, ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης (ἀντὶ τῶν προτέρων ἀνόμων καὶ ἀσεβῶν θεοσεβεῖς χρηματίσαντες καὶ ἐγκαταλεγέντες Ἐκκλησίᾳ Θεοῦ) οὕτως ὑπὸ τῶν παθῶν τῆς σαρκὸς κατα κρατούμενοι, ὥστε ἐξίστασθαι τῶν λογισμῶν καὶ ἀνατρέπεσ θαι ἐξίσου τοῖς ὑπὸ μέθης ἐσκοτισμένοις. Τοὺς οὖν τοιού τους ὁ λόγος ταλανίζει, τοὺς μετὰ τὴν τοῦ θεοῦ διδασκα λίαν ἐπιδιδόντας ἑαυτοὺς μέθῃ παθῶν, Οἶδε γὰρ μεθύοντας καὶ χωρὶς οἴνου πολλάκις, ὁ λέγων· Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου. Ὥσπερ γὰρ ὁ οἶνος πλείων τῆς χρείας, ἢ τῆς δυνά μεως τοῦ πίνοντος εἰσρυεὶς, σκότωσιν ἐπάγειν τῷ λογισμῷ πέφυκεν, οὕτω καὶ πάθη ἐπιθυμίας, ἢ λύπης, ἢ θυμοῦ, κατακρατήσαντα τοῦ λογισμοῦ, ἔκφρονας ποιεῖ τοὺς ὑ π' αὐτῶν κατεχομένους. Ἄθλιοι οὖν καὶ τρισάθλιοι οἱ μὴ μό νον ἀρχομένου τοῦ βίου τῇ μέθῃ βεβαπτισμένοι, ἀλλὰ καὶ μένοντες τὸ ὀψέ, τουτέστιν οἱ μέχρι τῶν δυσμῶν τῆς ζωῆς πάθεσιν ἑαυτοὺς παραπέμποντες. Καθ' ἕνα μὲν οὖν τρόπον ὁ ἐκ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ φωτισμὸς ἐγγινόμενος ταῖς καρδίαις πρωΐα λέγεται· καθ' ἕτερον δὲ, καθ' ὃν ἀρχόμεθα τῆς λογικῆς ζωῆς, συμπληρωθέντος τοῦ λόγου. Καθ' ἑκά τερον γὰρ σκοτία καὶ νὺξ ὁ πρότερον βίος, ἤτοι τοῦ λόγου μήπω τετελειωμένου, καὶ τῆς ψυχῆς ἐν ἀλογίᾳ βεβαπτι σμένης· ἢ διὰ τὴν ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, σκότῳ βαθεῖ τῆς διανοίας κεκαλυμμένης. 5.160 Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωῒ, τουτέστιν οἱ ἄρτι τὴν ἐκ τῆς νεότητος ἄνοιαν ἀποθέμενοι καὶ, ἀντὶ τοῦ διὰ τῆς τοῦ λόγου δυνάμεως εὐτόνως καταπα λαίειν τὰ πάθη, ἀνατρεπόμενοι παρ' αὐτῶν καὶ οἷόν τινα μέθην τὰ πάθη μεταδιώκοντες. Ταλανώτατοι μὲν γὰρ οἱ, ἀρχομένου τοῦ βίου καὶ λήγοντος, τῆς τοιαύτης μέθης μὴ ἀπολήγοντες. ∆ιαφοραὶ δὲ πολλαὶ τῶν μεθυόντων· οἱ μὲν γὰρ εὐθὺς μετὰ τὸν ὄρθρον τῆς μέθης ἐπαύσαντο, οἱ δὲ ἐπὶ μικρὸν προελ θόντες ἔληξαν, οἱ δὲ ἐπὶ πλεῖον παρέτειναν. Καλὸν μὲν οὖν τὸ ἅμα τῷ ἐγερθῆναι, ζητῆσαι τὸ νηφαλίως ζῆσαι καὶ ἱερατικῶς, ἵνα ἄξιοι γενώμεθα τῆς εἰς τὰ ἅγια εἰσόδου, οἶνον καὶ σίκερα μὴ πίνοντες. Γέγραπται γάρ· Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρών, λέγων· Οἶνον καὶ σίκερα οὐ μὴ πίεσθε, σὺ, καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Ἐπεὶ δὲ δύσκολον ἐν ἀνθρώπου φύσει κατορθωθῆναι τὸ ἀναμάρτητον, δεύτερος (φησὶ) πλοῦς εὐθὺς μετὰ τὴν πρωΐαν ἀναστῆναι ἀπὸ τῆς μέθης. Τῶν δὲ χρονιζόντων ἐν οἴνοις καὶ τῶν ζητούντων ποῦ πότοι γίνονται, ἄσχολός ἐστιν ἡ διάνοια περὶ τὴν τούτων ἔρευναν, ὥστε μὴ δύνασθαι ἐμβλέπειν τοῖς ἔργοις Κυρίου, μηδὲ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Ἀλλὰ κιθάρα καὶ ψαλτήριον τὴν μέθην αὐτοῖς συνεπιτείνει, τὰ εὑρήματα τοῦ Ἰουβὰλ, τοῦ ἐκ τῆς γενεαλογίας Κάϊν καθήκοντος. Ἔλαβε γὰρ ἑαυτῷ (φησὶ) Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ, Ἀδδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ, Σελλά. Καὶ ἔτεκεν Ἀδδὰ τὸν Ἰωβήλ. Οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρό φων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Τοιαύτης ἦν κιθάρας καὶ μουσικῆς ὁ Λάβαν οἰκεῖος, μεθ' ἧς ἐβούλετο παρα πέμπειν τὸν Ἰακώβ. Εἰ γὰρ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετὰ εὐφροσύνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας. Ἀλλ' ἀπεδίδρασκεν ὁ πατριάρχης, ὡς ἐμπόδιον οὖσαν πρὸς τὸ ἐμβλέπειν τοῖς ἔργοις Κυρίου καὶ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. 5.161 Ἀλλὰ καὶ τοῦ Ναβουχοδονόσορ ἐπὶ τοῦ ἐγκαινι σμοῦ τῆς εἰκόνος, σάλπιγγος καὶ