83
τὸ χεῖρον κατεγνωσμέναις ψυ χαῖς· ὃ διὰ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥστε ὑποδέξασθαι πάντας εὐρυχωρότερόν φησι γεγενῆσθαι. Οὐ γὰρ δὴ ζῶόν τι ὁ ᾅδης, οὐδὲ δύναμίς τις ἐπιτεταγμένη τοῖς ἀποθνή σκουσι, κατὰ τὴν μυθοποιίαν τῶν ἔξωθεν. Οἱ οὖν διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον, αἰχμάλωτοι γενόμενοι καὶ λιμῷ καὶ δίψει τῆς πνευματικῆς τροφῆς ἐκτακέντες, εἰς ᾅδου καταβαίνουσι, μετὰ τῶν ἐνδόξων καὶ μεγάλων καὶ πλου σίων καὶ λοιμῶν. Τρία δέ ἐστι τὰ περὶ τοὺς ἁμαρτάνοντας ἀπειληθέντα· αἰχμαλωσία καὶ νέκρωσις καὶ εἰς ᾅδου κάθοδος. Αἰχμαλωσία μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς προηγουμένης ζωῆς κατάπτωσις, κατὰ ἀπάτην τοῦ ἐχθροῦ, ὑπεξάγοντος ἡμᾶς τῆς ἐν τῷ παραδείσῳ μακαριότητος· νέκρωσις δὲ ἡ τῆς ζωοποιοῦ ἐντολῆς ἀλλοτρίωσις· εἰς ᾅδου δὲ κατάβασις, ὁ διὰ τὴν πολλὴν τῆς ἁμαρτίας χύσιν καὶ τὴν ἐναντίαν τῷ ἀγαθῷ διάθεσιν, ἀπὸ Θεοῦ γινόμενος χωρισμός. Ὥσπερ γὰρ ὁ δίκαιος ἤδη συνηγέρθη Χριστῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, οὕτως ὁ ἄδικος αἰχμάλωτος ἤδη καὶ νεκρὸς καὶ εἰς ᾅδου διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων κατα βεβηκὼς λέγεται. ∆ιαφορὰς δὲ ταγμάτων καταβαινόντων εἰς τὸν ᾅδην ὁ λόγος ἀπηριθμήσατο· πρῶτον τοὺς ἐνδόξους· οὗτοι δ' ἂν εἶεν οἱ ἐν ὑπολήψει τινὶ δεξιᾷ, οὐ πάντως ἔχοντες τῷ ἐπιφαινομένῳ σχήματι τὴν ἐκ τοῦ βίου μαρτυρίαν ἀκο λουθοῦσαν· εἶτα οἱ μεγάλοι, οἱ ἐν δυνάμει τινὶ καὶ ἀρχῇ τῶν πολλῶν ὑπερέχοντες· καὶ οἱ πλούσιοι, οἱ πολὺ πλῆθος χρημάτων ἄδικον περιβεβλημένοι, ἢ οἱ ἀκόρεστον τὴν ἐπι θυμίαν τοῦ πλείονος ἔχοντες· καὶ οἱ λοιμοὶ αὐτῆς, ὅσοι δίκην νόσου φθοροποιοῦ κατὰ διάδοσιν ἐπινεμομένης, τοὺς προσιόντας αὐτοῖς διαφθείροντες, ἤτοι ἐκ μοχθηρᾶς διδασκα λίας, ἢ ἐκ τοῦ κατὰ τὴν ἁμαρτίαν ἐρεθισμοῦ, λοιμοὶ δι καίως προσαγορεύονται. Οἵτινες καταβαίνουσιν εἰς τὸν ᾅδην. Καὶ ὁ ἀγαλλιώμενος (φησὶν) ἐν αὐτῇ. Οὗτος δ' ἂν εἴη ὁ ἐν σαρκὶ Ἰουδαῖος, τῇ γηΐνῃ Ἱερουσαλὴμ ἐναγαλλιώμενος, πρὸς δὲ τὴν ἀποκειμένην τοῖς Ἁγίοις τοῦ Θεοῦ μακαριότητα μὴ βλέπων. Τήρει δὲ ὅτι τὸ, Ἐν αὐτῇ, κατὰ τὴν κοινὴν συν ήθειαν εἴρηται· ὡς καὶ ἐπὶ τῶν ἰδιωτικῶν οἴκων πολλάκις τοὺς ὑπερέχοντας αὐτοὺς προσαγορεύεσθαι ὑπὸ τῶν ἐνοι κούντων σύνηθες. Τοιοῦτόν ἐστι καὶ τὸ Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Καὶ ὁ τοίνυν ἀγαλλιώμενος ἐν αὐτῇ, εἰς ᾅδου καταβήσεται. 5.167 Καὶ ταπεινωθήσεται ἄνθρωπος (φησὶ) καὶ ἀτιμα σθήσεται ἀνήρ. Οὐ τόπῳ παθεῖν ἐστι τὴν ταπείνωσιν, ὅσον ἐν προαιρέσει. Ὑψοῦται μὲν γὰρ ὁ δίκαιος τῷ οὐρανίῳ φρονήματι, ταπεινοῦ ται δὲ ὁ ἀσεβὴς διὰ τὴν πρὸς τὰ κάτω συμπάθειαν. Ὁ μὲν γὰρ κοινὸς ἄνθρωπος, ὁ μόνοις τοῖς κοινοῖς τῆς φύσεως πλεο νεκτήμασιν ἐπηρμένος, μὴ ζῶν κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἐκ τῆς πρώτης κατασκευῆς δύναμιν, ταπεινοῦται· ὁ δὲ ἤδη καὶ ἐν προκοπῇ τινι γενόμενος καὶ ἄξιος ἤδη τοῦ ἀνὴρ χρημα τίζειν, ἐπειδὰν καταμαλακισθεὶς ἐνδῷ πρὸς τὰ πάθη, ἀτιμα σθήσεται. ∆ιὰ τοῦτο ὁ μὲν Ἄνθρωπος ταπεινωθήσεται, ὁ δὲ ἀνὴρ ἀτιμασθήσεται· ὅτι ὁ μὲν τὸ κοινὸν οὐκ ἐφύλαξεν, ὁ δὲ καὶ τὸ ἐξ ἀσκήσεως αὐτῷ περιγενόμενον ἀγαθὸν διὰ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς ἐζημιώθη. Ὁ μὲν γὰρ ἄνθρωπος ταπεινοῦται· οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Ὁ δὲ ἀνὴρ ἀτιμάζεται, ὡς ἐξουθενῶν τὸν Θεὸν διὰ τῆς τῶν Ἐντολῶν παραβάσεως. Οἱ γὰρ ἐξουθενοῦντες αὐτὸν ἀτιμασθήσονται, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἠκούσαμεν τοῦ Κυρίου, λέγοντος· Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται. Ἀτι μασθήσεται οὖν ἀνὴρ ὑπὸ τῆς ἰδίας ἁμαρτίας· ἀτιμοποιὸς γὰρ ἡ ἁμαρτία. Ἀναστήσονται γὰρ (φησὶν) οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Ἐπειδὴ γὰρ τιμή ἐστι γέρως ἀπόδοσις, γέρας δέ ἐστιν ἆθλον ἀρετῆς, τοῖς μὲν Ἁγίοις καὶ τιμὴ καὶ γέρας ἀπονέ μεται, τοῖς δὲ ἀσεβέσι τὰ ἐναντία. Τιμᾷ μὲν γὰρ ὁ Θεὸς τοὺς ἀξίους· Αὐτὸς γάρ ἐστι τὸ ὄντως τίμιον καὶ τιμῆς παρεκτικόν· διότι οὐ δύναται τὴν τιμὴν περιποιῆσαι ὁ ἠτι μωμένος. Ἀτιμάζει δὲ