84
ἕκαστον τὰ πάθη τῆς αἰσχύνης, ἐπὶ τῆς κτίσεως πάσης ἀνακαλυπτόμενα. Καὶ οἱ ὀφθαλμοὶ (φησὶν) οἱ μετέωροι ταπεινωθήσονται. Ὅσοι ἐπάραντες εἰς ὕψος ἑαυτῶν τὴν διάνοιαν, εἶδον τὸν καταδεί ξαντα ταῦτα πάντα, οὗτοι ἔχοντες μετεώρους τοὺς ὀφθαλμοὺς, τῷ ὑπεράνω πάντων σωμάτων ἀγαγεῖν τὴν διάνοιαν· εἶτα διὰ ψευδοδοξίας καὶ τῆς πολλῆς περὶ τὰ ὑλικὰ προσπαθείας, οὐ δὲν ἔτι τῶν μεγάλων θεωρεῖν ἠνέσχοντο, ἀλλ' ὅλοι γινόμενοι τῆς σωματικῆς ἀπολαύσεως, ταπεινοῦσθαι δικαίως λέγονται. 5.168 Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι. Τουτέστι κατὰ τὴν δικαίαν ἐπὶ τῶν προειρημένων ἀνταπό δοσιν, ὑψοῦται Κύριος ὁ Θεὸς ἐν κρίματι, ὡς ἓν τῶν εἰς δόξαν Θεοῦ συντεινόντων εἶναι καὶ τὸ ἐπὶ τοῖς ἀσεβέσι κρίμα κατὰ τὴν ἀξίαν τῶν ἔργων ἐγγινόμενον παρὰ τοῦ κριτοῦ· ὥστε καὶ ἐν τῇ κρίσει θεωρεῖσθαι τὸ ὕψος τῆς συνέσεως καὶ τῆς δυνάμεως τοῦ Κυρίου. Ὥσπερ γὰρ οἱ θεωροῦντες τὴν σοφίαν τῆς διατάξεως τῶν οὐρανίων (κατὰ τὴν τῶν ἀστέρων θέσιν καὶ φορὰν καὶ σχέσιν, ἣν ἔχουσι πρὸς ἀλλήλους) τῆς συνέσεως αὐτοῦ τὸ μεγαλεῖον νοοῦσιν (ὥστε ἂν δύνασθαι εἰπεῖν, ὅτι Τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός) οὕτως οἱ βλέποντες τοὺς τῆς κρίσεως λόγους, οὐχ ἧττον θαυμάσονται τὸ ἐν τῇ κρίσει σοφὸν καὶ συνετὸν, καὶ μέχρι τῶν λεπτοτάτων, ἀνταποδοτικὸν ἑκάστῳ τοῦ πρὸς ἀξίαν. Τάχα οὖν καθ' ἕκαστον κατόρθωμα ὑψοῦμεν τὸν Θεόν, ὥστε ὑψοῦσθαι αὐτὸν ἐν τῇ σωφροσύνῃ ἡμῶν καὶ ὑψοῦσθαι αὐτὸν ἐν τῇ δικαιοσύνῃ ἡμῶν. Ταῦτα δὲ ἐπειδὴ διὰ τῆς συνεργίας τοῦ Θεοῦ κατορθοῦται, ὅταν ὑπολαβὼν ἡμᾶς ἀνορθώσῃ, ὑπερείδων ἡμᾶς τῇ συνεργίᾳ τῇ παρ' ἑαυτοῦ, καὶ στηρίζων, τότε λέγομεν· Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με. Πολλαὶ δὲ αἱ ὑψώσεις τοῦ Θεοῦ· ἥ τε κατὰ γνῶσιν καὶ σύνεσιν· καὶ ἡ κατὰ τὴν διέξοδον τῶν μεγαλείων αὐτοῦ καὶ κατὰ τὴν τῶν κριμάτων αὐτοῦ θεωρίαν. ∆ιὸ εἴρηται περὶ τοῦ δικαίου, ὅτι Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτοῦ. Εἶτα, ἐπειδὴ τῇ κατὰ θεωρίαν ὀρθότητι τὸ ἐν τῇ πράξει εὔτονον συντέτακται, Καὶ ῥομφαῖαι δίστο μοι (φησὶν) ἐν ταῖς χερσὶν αὐτῶν, τουτέστι λόγοι ἐκτέ μνοντες τῆς ψυχῆς καὶ ἐκριζοῦντες τὰ πάθη. Ἐπειδὴ δὲ ὁ Κύριος Σαβαὼθ Κύριος λέγεται τῶν στρατιῶν, τότε αἱ στρατιαὶ, αἱ λειτουργοῦσαι αὐτῷ κατὰ τὸν τῆς κρίσεως και ρὸν, ὑψώσουσι καὶ δοξάσουσιν ἐπὶ τῷ δικαίῳ καὶ ἀπαρα λογίστῳ κρίματι. Τοιοῦτον δέ τι ὑπονοοῦμεν, ὅτι κρινομέ νου τοῦ Κυρίου μετὰ τῶν ἀνθρώπων (Αὐτὸς γὰρ Κύριος ἥξει εἰς κρίσιν μετὰ τοῦ λαοῦ) μόνος ὁ Κύριος ὑψωθήσεται, οὐδενὸς δικαιουμένου κατενώπιον αὐτοῦ. Τίς γὰρ ὁ συνεξ εταζόμενος ταῖς ἀπὸ τοῦ κτίσαντος ἡμᾶς εὐεργεσίαις καὶ ποικίλαις ὅσαις οἰκονομίαις φθανούσαις κοινῶς ἐπὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, ἀποδοῦναι τὰ ἴσα καὶ ἄξια τῶν εἰς αὐτὸν ἐφθακότων ἀπὸ τῆς δωρεᾶς τοῦ Κυρίου δυνήσεται; ∆ιόπερ ἀποροῦσιν οἱ Ἅγιοι, Τί ἀνταποδώσω τῷ Κυρίῳ (λέγοντες) περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; 5.169 Καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Ἀκολουθεῖ τῷ ὑψωθῆναι ἐν κρίματι τὸ δοξασθῆναι τὸν Ἅγιον ἐν δικαιοσύνῃ. Οἱ τεθεωρηκότες αὐτὸν ὑψούμενον ἐν τοῖς κρίμασιν, οὗτοι καταλαμβάνουσι τὴν δόξαν τῆς δικαιο σύνης αὐτοῦ. Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦ ροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Ὁ γινόμενος αἰχμάλωτος λαὸς διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον καὶ τῷ περὶ τὸ μέθυσμα ἡμαρτηκέναι, τρόπον βουκολίου βοσκηθήσεται. Οἱ δὲ αὐτοὶ οὗτοί εἰσιν οἱ διηρπασμένοι, κατὰ τὸν τοῦ αἰχμαλωτίζεσθαι αὐτοὺς καιρόν. ∆ῆλον δὲ ὅτι, ἐπειδὰν ἡττηθῶμεν ἐν τῷ πολέμῳ ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, αἰχμαλωτιζόμενοι ὑπ' αὐτῶν, ὥσπερ λάφυρα μετὰ τὴν νίκην διαρπαζόμεθα. ∆ιαρπασθέντες δὲ, οὐκέτι τὰ τῶν λογικῶν ἴδια εἰς τροφὴν τὴν ἑαυτῶν παραλαμβάνομεν, ἀλλ' ὑπὸ ἀλόγων κινημάτων (ὡς ἔτυχε) φερόμενοι, τρόπον ταύρων ἐν τῇ ἐρημίᾳ τοῦ βίου τούτου διάξομεν. ∆ιὰ τοῦτο δὲ οὐκ εἶπε βοῶν, ἀλλὰ ταύρων· ὅτι αἱ μὲν βόες ἀλλήλαις, συναγελάζονται, οἱ ταῦροι δὲ διὰ τὸ θυμοειδὲς ὀργίλως ἔχοντες πρὸς ἀλλήλους,