1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

85

διεσπασμένοι ἀπ' ἀλλήλων νέμονται. Ἐπειδὴ δὲ μετὰ τὴν αἰχμαλωσίαν πολλὰ εἰκὸς ἐρημοῦσθαι (τῷ ὑπὸ τῶν πολεμίων ἀπῆχθαι τοὺς οἰκήτορας) διὰ τοῦτό φησι· Καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Οἱονεὶ γὰρ, κατὰ ἱστορίαν, ἐπὶ τῆς Βαβυλωνίας ἀποληφ θέντες κατείχοντο οἱ ἀνάστατοι ἀπὸ τῆς Ἰουδαίας κατὰ τὴν τοῦ Ναβουχοδονόσορ ἐπιστρατείαν γενόμενοι. Τὴν οὖν χώ ραν τὴν διαφέρουσαν τοῖς ἀπειλημμένοις καὶ κατεχομένοις ὑπὸ τῆς τοῦ πολέμου ἀνάγκης μηλόβοτον ὑπὸ πολλῆς ἐρη μίας γενομένην, ἄρνες (φησὶν) ἐπινεμήσονται, διὰ τὸ μηδὲν λείψανον παλαιᾶς οἰκήσεως φέρειν, ἀλλὰ βαθεῖαν καὶ ἁπαλὴν ἐκ τῆς τῶν ἀνθρώπων ἐρημίας τὴν πόαν ἐκτρέφειν. Τάχα δὲ καὶ προφητικῶς ὁ λόγος αἰνίσσεται, ὅτι τῶν παραβε βηκότων τὰ θεῖα προστάγματα ἐκβληθέντων τῆς παλαιᾶς αὐτῶν ἐν τοῖς ἁγίοις διαγωγῆς, ἡμεῖς (οἱ τῷ παραπτώματι αὐτῶν πρὸς τὸ σωθῆναι οἰκονομηθέντες) ἄρνες τινὲς διὰ τὸ εἰς τὴν πίστιν ἀρτιγενὲς ὀνομαζόμενοι τοῖς τῶν ἀπειλημ μένων τόποις ἐπινεμόμεθα, τῆς πνευματικῆς καὶ λογικῆς τροφῆς τῶν λογίων τοῦ Θεοῦ, οἷόν τινος πόας ἁπαλῆς ἀπο λαύοντες. Καὶ ὁ Κύριος δὲ τοὺς ἀρτιγενεῖς κατὰ τὴν πίστιν ἄρνας προσηγόρευσεν, ἐν τῷ λέγειν Πέτρῳ. Σίμων Βὰρ Ἰῶνα, φιλεῖς με; Βόσκε τὰ ἀρνία μου. 5.170 Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Οἱ ἁμαρτάνοντες δεσμοὺς ἑαυτοῖς καὶ σχοινία, οἷς δεδέμεθα κατασκευάζομεν, κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους ἢ μεγέ θους τῶν ἁμαρτημάτων, ἢ μείζονα ἢ μικρότερα ἑαυτοῖς τῶν ψυχῶν τὰ δεσμὰ πλέκοντες, ὑφ' ὧν κατὰ τὸν Ἱερεμίαν δέσμιοι ἐγενόμεθα. Οἱ οὖν κεκρατημένοι ὑπὸ τοῦ φρονή ματος τῆς σαρκὸς, οὗτοι γηΐνοις δεσμοῖς εἰσι κατειλημμέ νοι, ὑφ' ὧν, μετὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀπόφασιν, δε θέντες χειρῶν καὶ ποδῶν, οἱ καταδικασθέντες ἐκβάλλονται εἰς τὸ σκότος τὸ ἐξώτερον· χειρῶν μὲν, διὰ τὸ πρακτικὸν, ποδῶν δὲ, διὰ τὸ πορευτικόν. Σειραῖς γὰρ, τῷ ὄντι, τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὥστε ἕκαστον τῶν ἐνερ γησάντων τὴν ἁμαρτίαν μελῶν ἰδίῳ τινὶ δεσμῷ κολαζόμενον κατασφίγγεσθαι. Οὐαὶ οὖν (φησὶν) οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τουτέστιν οἱ συνείροντες τῷ προτέρῳ πταίσματι δεύτερα καὶ τρίτα καὶ καθεξῆς ἀσεβήματα καὶ ἀδικήματα καὶ ἀκολαστήματα. Ἔδει γὰρ τοὺς προληφθέντας ἐν ταῖς ἁμαρτίαις, ἀντὶ τοῦ σωρεύειν καὶ ἐπισυνάπτειν τοῖς κακοῖς ἕτερα, εὐθὺς ἀπὸ τῆς πρώτης τῶν κακῶν πλοκῆς καταλύειν ἑαυτῶν τὰ ἁμαρτήματα. Μὴ ἁμαρτεῖν μὲν γὰρ τὴν ἀνθρωπίνην φύσιν ἀμήχανον, διότι οὐκ ἔστι δίκαιος ἐπὶ τῆς γῆς, ὡς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσεται· δυνατὸν δὲ (ἀπὸ τοῦ ἁμαρτεῖν κατὰ προπέτειαν ἢ συναρπαγὴν τοῦ ἐπιβουλεύοντος ἡμῖν) εὐθὺς μεταβαλλομένους μετανοεῖν καὶ μὴ ἐπισωρεύειν κακὰ κακοῖς. Ὥσπερ γὰρ οἱ τὰς σχοίνους πλέκοντες, δαπανᾶσθαι λοιπὸν μέλλοντος τοῦ συγκλωθομένου, ἕτερον παρεμβάλλουσι, μηκύ νοντες αὐτὸ καὶ παραύξοντες, οὕτω καὶ οἱ τοῖς κακοῖς ἐμ βαθύνοντες· πρὶν τὴν προτέραν ἁμαρτίαν συντελεσθῆναι, δευτέρας ἄρχονται, κἀκείνῃ πάλιν ἐπισυνάπτουσιν ἑτέραν. Καὶ οὕτως ὅλος αὐτοῖς ὁ βίος δι' ἁμαρτιῶν προϊὼν, πλεκο μένῳ τινὶ ἔοικε σχοινίῳ μακρῷ, καὶ τὸ προλαβὸν συνδεδε μένον ἔχων, καὶ τὸ ἀεὶ παρὸν εἰς τὴν τοῦ προάγοντος ὁμοι ότητα συναπτόμενον. ∆ιὰ τοῦτο, Οὐαὶ (φησὶν) οἱ ἐπισπώ μενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ. Νοήσωμεν καὶ ἀπὸ παραδείγματος τὸ λεγόμενον. Ἔστω τις περὶ τὴν ἁμαρτίαν τῆς ἀκολασίας ἐπτερωμένος· σκόπει διὰ πόσων ἑαυτῷ τῶν ἐν τῷ μέσῳ τὴν ἁμαρτίαν ἐπισπᾶται τῆς ἀσελγείας· πρῶτον μὲν τὸ σῶμα ἑαυτοῦ τοιῶσδε σχηματί ζων, περικειρόμενος μὲν τοιῶσδε τὰς τρίχας, περιβαλλόμε νος δὲ τὴν ἐσθῆτα τοιῶσδε, καὶ ταύτην οὐ τὴν τυχοῦσαν, ἀλλὰ πρὸς καλλωπισμὸν ἐπιτετηδευμένην, μέχρι ζώνης, μέχρι ὑποδημάτων τὸ περίεργον τῆς περὶ αὐτὸν φιλοκαλίας ἐπι δεικνύμενος. Εἶτα χρήματα συμπορίζων, ὥστε δι' αὐτῶν