1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

86

ἐξωνήσασθαι τὴν ὥραν τῆς ἐρωμένης· εἶτα προμνηστρίας ἑαυτῷ προαγωγοὺς περινοῶν, ῥήματα ἐπιτηδεύων φθοροποιὰ, συντυχιῶν ἀφορμὰς ἑαυτῷ κατασκευάζων, πότους καὶ συμ πόσια, ὁμιλίας μακράς ... ∆ιὰ τοσούτων, ὅσων τῶν ἐν τῷ μέσῳ, τὸ κακὸν τῆς πορνείας προσάγων ἑαυτῷ, οὗτός ἐστιν ὁ ἐπισπώμενος τὴν ἁμαρτίαν ὡς σχοινίῳ μακρῷ· καὶ πᾶσα, ἁπαξαπλῶς εἰπεῖν, ἡ κατὰ τοῦ πλησίον κακία (μὴ ἐκ τοῦ περιτυχόντος ἐπιτελουμένη, ἀλλὰ ἐκ βουλῆς καὶ ἐνέδρας, διὰ μακρῶν κατασκευῶν συντελουμένη) σχοινίον ἐστὶ μακρὸν, δι' οὗ καὶ πόῤῥω κειμένας ἐπισύρονται ἑαυτοῖς τὰς ἁμαρτίας οἱ ἄνθρωποι. Οὕτω δὲ μακρὰ ὄντα τὰ σχοινία ταῦτα, δυσδιά λυτά εἰσι, διὰ τὸ ἐν κακίαις εὔτονον τῶν ἁμαρτανόντων, καὶ σφοδρῶς ἑαυτοῖς καὶ πυκνῶς ἐπιπλεκόντων τὰ ἁμαρτή ματα. 5.171 ∆ιὰ τοῦτό φησι· Καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως. Οἱ γὰρ ζυγόδεσμοι οὐδὲ ὑπὸ τῶν ἰσχυροτάτων ζευγῶν καὶ βιαίως ἐπισπωμένων τὰ βάρη εὐκόλως διαῤῥήγνυνται. Ἐπέ τεινε δὲ τὴν ἰσχὺν ὁ λόγος, τὸν ἱμάντα τοῦ ζυγοῦ ἐκ δαμά λεως εἶναι λέγων, τουτέστιν ἀπὸ ἰσχυροτάτου ζώου, οὔτε διὰ πόνων, οὔτε διὰ χρόνων ἠσθενηκότος. Οὐαὶ οὖν οἱ καὶ μακράς τινας κατασκευὰς πρὸς τὸ ἁμαρτάνειν ἐπιτηδεύον τες, καὶ ταύτας εὐτόνως καὶ ἰσχυρῶς. ∆υνατὸν μέντοι γε νόμενον δέσμιον ἁμαρτίας ἀκολουθῆσαι Χριστῷ, τῷ ἐροῦντι τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀποκαλυφθῆναι. Ἐξελθόντες δὲ ἀπὸ φυλακῆς οἱ δέσμιοι καὶ ἀπὸ τοῦ σκότους τῷ ἀληθινῷ φωτὶ διὰ τῆς μετανοίας ἐμβλέ ψαντες, ἕπονται Χριστῷ ἐξομολογούμενοι, δεδεμένοι ἐν χει ροπέδαις, ἕως ἂν ἐκ τῆς τῶν ἀγαθῶν μεταβολῆς ἄξιοι γέ νωνται τοῦ λυθῆναι ὑπ' αὐτοῦ τῶν ἀφύκτων τέως νομιζο μένων εἶναι δεσμῶν. Οὗτοι δὲ, οἱ ἐπισπώμενοι τὰς ἁμαρ τίας καὶ καταφρονοῦντες τῆς θείας κρίσεως, ἐπείγουσι πολλάκις τῷ λόγῳ τὰ ἀπειλούμενα, ὡς μηδὲν πεισόμενοι παρ' αὐτῶν, καὶ λέγουσι· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Ἀλλὰ τοῦτο σχοινίον μακρὸν, τὴν πόῤῥω κειμένην ἁμαρτίαν ἐπισυρόμενον. ∆ῆλον γὰρ, ὅτι ἀπιστοῦντες περὶ τοῦ μέλλοντος αἰῶνος καὶ καταφρονοῦντες τῶν ἀπειλου μένων, τοιαῦτα λέγουσιν. Οὐ γὰρ ὁ φοβούμενος τὸ τοῦ Χριστοῦ δικαστήριον καὶ ἀναλαμβάνων τῇ μνήμῃ τὰ ἐκ νεότητος ἡμαρτημένα, τολμήσει καταφρονητικῶς ἐπισπεύ δειν τὴν κρίσιν. Τὸ ἐναντίον μὲν οὖν, καὶ προθεσμίας ἑαυτῷ μακροτέρας ἐπιζητεῖ, πρὸς τὸ ἐν πλείονι χρόνῳ δυνηθῆναι τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τοῦ ῥύπου τῶν ἁμαρτιῶν ἀποσμῆξαι. Τοῦ δὲ ἀλόγως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα, ἀπόδειξις Ἀχιτόφελ καὶ Ἰούδας, οἳ διὰ τὸ βαρύτερα κρίνειν τὰ παρόντα τῶν μετὰ ταῦτα, καὶ τὸν ἐν ἀνθρώποις ὀνειδισμὸν τῆς ἐν γεέννῃ κολάσεως, τὸν δι' ἀγχόνης θάνατον τοῦ αὐτομάτου προετίμησαν. Οὐκ ἂν γὰρ πιστεύοντες περὶ τοῦ μέλλοντος αἰῶνος ἀπηγχονίσαντο, ἀλλ' εἰ καὶ δυσηρεστοῦντο τῷ βίῳ, προσετίθεσαν ἂν τοῖς ἐνταῦθα, φοβερώτερα κρίνοντες τῶν παρόντων τὰ μέλλοντα. Ὁποῖος ἦν ὁ Ἰὼβ, λέγων· Ὄφελονδυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο. Ἐκ τῶν τοιούτων γὰρ καὶ τὸ τῆς πλη γῆς δύσφορον ἐνεδείκνυτο καὶ τὸ περὶ τὴν ἑαυτοῦ ἐπιβουλὴν εὐλαβὲς διεσώζετο. Τοῖς γὰρ βιαίως ἑαυτοὺς ὑπεξάγουσι κατάκρισις ἀνδρο φονίας ἐπίκειται. Ἐπεὶ δὲ καὶ παρὰ τῷ Παύλῳ εὑρή καμεν ὡς λεγόμενον ὑπό τινων τὸ Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά, ἡγούμεθα κἀκείνην τὴν ἐπιτήδευσιν σχοινίον εἶναι ἁμαρτίας μεγάλης ἐπακτικόν. Λέγεται γὰρ γεγονέναι ἐκ τῆς πολλῆς διαστροφῆς καὶ τοιαύτη τις γνώμη παρὰ τοῖς Ἰουδαίοις, ὅτι, ἐπειδὴ ἡ φθορὰ προσδοκᾶται (τῷ πλήθει τῆς ἁμαρτίας) γενήσεσθαι, φέρε ποιήσωμεν τὰ κακὰ καὶ τὸ ἔσχατον μέτρον τῆς ἀδικίας πληρώσωμεν, ὥστε ἐπελθεῖν τὴν ἀλλαγὴν τῶν παρόντων, καὶ ἐν τῇ βελτίονι καταστάσει γενέσθαι τὰ σύμπαντα. 5.172 Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ.